Funerary epigram for Epiktetos. Stele with relief.
[ ] Thessalia (Thessaliotis) — Euhydrion (Ktouri) — Krini, S. of — 2nd c. AD — SEG 32.611 — cf. SEG 37.478
1 τ̣ὴ̣ν πολυδάκρυτον
στήλλην #⁵⁶ ἴδε #⁵⁶ καὶ τὸν
ἐπ’ αὐτῇ παῖδαν Ἐπίκτητον
μητρὶ λιπόντα γόους #⁵⁶ ὀ-
5 κτωκαιδεκαέτης γὰρ #⁵⁶
ἐν ἄνδρασι βραχύ τι λάμ-
ψας, τὸ πλεῖον ἐν φθιμέ#⁵⁶-
νοις κεῖμαι ὑποχθόνιος·
εὔνους γὰρ γεγονὼς τοὐ-
10 μῷ πατρὶ τῷ Χαροπσίνῳ
κατὰ πόδας θανάτου #⁵⁶
 μοῖραν ἐπειργασάμην·
ἔστησεν τόδε σῆμα ὑπὲρ
μνήμης φιλοτέκνου μη-
15 τὴρ Ἀλεξάνδρα θλῖψιν
  ἐχοῦσα τέκνου.
Search Help
Contact Us