[ ] Rhodos Isl. — Kamiros — after ca. 182 BC
             {²corona
1 ἔδοξε μαστροῖς καὶ Καμιρεῦσι, Ναύφιλος Μενε-
κράτευς Πλάριος εἶπε· ἐπειδὴ Φιλοκράτης Φιλο-
στεφάνου Πλάριος ἔν τε τοῖς ἄλλοις ἀνὴρ ἀγα-
θὸς ὢν διετέλει περὶ τὸ πλῆθος τὸ Καμιρ̣[έω]ν λέ̣-
5 γων καὶ πράσσων πάντα τὰ συμφέροντ̣α, γενόμε-
νός τε ἰεροποιὸς καὶ ἀγωνοθέτας καὶ γραμματεὺς
μαστρῶν καὶ ἐπιστάτας, ἔν τε τᾶι ἰεροποΐαι καλῶς καὶ
φιλοδόξως ἀνεστράφη καὶ ἐν ταῖς ἀρχαῖς συμφε-
ρόντως Καμιρεῦσι, τῶν τε χρηματισμῶν τῶν ἐν
10 τοῖς προχείροις διαφωνούντων ἐξ ἐτέων ἑβδο-
μήκοντα καὶ ἑπτὰ ἐπεμελήθη ὅπως, λυθεισᾶν τᾶν
κιβωτῶν, πάντες οἱ ἀπό<λ>ογοι ἀναγραφῶντι, ἐξ οὗ συν-
ά̣ντασε Καμιρεῦσι τούς τε αἱρουμένους ἐπὶ τὰς κο[ι]-
νὰς πράξεις ὑπ’ αὐτῶν εὐχερῆ ποιεῖσθαι τὰν ἐπί-
15 σκεψιν περὶ ὧν κα χρήζωντι, ἐμ μηθενὶ καθυστε-
ροῦντας, καὶ πλείονα χώραν ἀμφισβατηθεῖσαν
ὑπό τινων ἀνακτήσασθαι, εὑρεθέντων τῶν περὶ
αὐτᾶς χρηματισμῶν, καὶ διάφορον ἰκανὸν πετεῖν
πραθέντων τῶν καρπῶν καὶ τᾶς χώρας· πεπτωκό-
20 των τε τῶν τειχέων διὰ τὸν γενόμενον σεισμὸν
ἐπ’ ἰερέως Θευφάνευς, καὶ ἀνωχύρου ὄντος τοῦ πε-
ριπολίου, προενοίησε τᾶς τειχοποΐας ὅπως ἐπὶ πέ-
ρας συντελεσθῇ, καὶ παραίτιος ἐγένετο τοῦ ἐμ φυ-
λακᾶι καὶ ἀσφαλείαι γενέσθαι τὸ περιπόλιον, κατανοή-
25 σας τε Καμιρεῖς ἰκανὰ χρήματα δαπανοῦντας καθ’ ἕκασ-
τον ἐνιαυτὸν εἰς τὰν τῶν πύργων καὶ τῶν τειχέων
ἐπισκευὰν εἰσαγήσατο ὅπως πωλητὰ τὰ ἔργα γίν[η]-
ται τᾶς ἐπιμελείας αὐτῶν, οὗ γενομένου συνέβα
Καμιρεῖς τε μεγάλων ἀπολυθήμειν ἀναλωμάτων
30 καὶ τοὺς πύργους καὶ τὰ τείχη ἐν ἐπιμελείαι γίνε-
σθαι, τά τε συντελεύμενα ἔργα διὰ τὰν πολυχειρίαν
θεωρῶν ἐπὶ πλεῖον ἑλκόμενα διὰ τὸ μὴ ποτιγράφε-
σθαι χρόνον τοῖς ἔργοις ἐν ὧι συντελεσοῦντι, προ-
ενοίησε ὅπως τοῖς αἱρουμένοις ἐπὶ τᾶς πολυχειρί-
35 ας χρόνος ποτιγράφηται καὶ κατὰ καιρὸν ἕκαστα συν-
τελῆται τῶν ἔργων· γενομένων τε ἀδικημάτων περὶ
τὰ ὅρια τὰ κοινὰ Καμιρέων καὶ Λινδίων, προέστα ὅπως
οἱ ταῦτα συντελεσάμενοι εἰς κρίσιν κατασταθῶντι
καὶ διαμένῃ ἁ κοινὰ χώρα Καμιρεῦσι καὶ Λινδίοις καθ’ ὃ
40 καὶ ἐξ ἀρχᾶς ὑπᾶρχε· χειροτονηθείς τε δαμιουργός,
τά τε κατὰ τὰν δαμιουργίαν καλῶς καὶ φιλοδόξως δι-
εξάγαγε, καὶ στεφανωθεὶς χρυσέωι στεφάνωι ὑπὸ
τῶν ἰεροποιῶν καὶ τοῦ ἀρχιεριστᾶ, πρᾶτος ἐν τῷ μα-
στρείωι τὰν ἀνάθεσιν τοῦ στεφάνου ἐποιήσατο,
45 κρίνων ἐμ παντὶ καιρῶι ἀπόδειξιν ποιεῖσθαι τᾶς
εἰς τὰ κοινὰ φιλοδοξίας, ἔν τε τοῖς ἄλλοις πᾶσι ἐκτε-
νῆ καὶ πρόθυμον αὑτὸν παρείχετο, εἰς πάντα τὰ χρή-
σιμα καὶ συμφέροντα Καμιρεῦσι αὑτὸν ἐπιδιδούς·
ὅπως οὖν καὶ Καμιρεῖς φαίνωνται τῶν ἀγαθῶν ἀν-
50 δρῶν καὶ μεταλλαξάντων μναμονεύοντες καὶ τι-
μοῦντες ἑκάστους ἀξίως τῶν εὐεργετημάτων,
δεδόχθαι τοῖς μαστροῖς καὶ Καμιρεῦσι· ἐπαινέσαι Φι-
λοκράτη Φιλοστεφάνου Πλάριον καὶ στεφανῶσαι
[θ]αλλοῦ στεφάνωι· ὁ δὲ ἀγωνοθέτας ὁ αἱρεθεὶς εἰς τὸν
55 [ἐπιόν]τα ἐ[ν]ιαυτὸν ἀναγορευσάτω ἐν τῶι ἀγῶνι τῶν
[Πα]ναθηναίων τ[ὸ] κάρυγμα τόδε· τὸ κοινὸν τὸ Καμιρέων
[ἐπ]α̣ινεῖ καὶ στεφαν̣[ο]ῖ̣ Φιλοκράτην Φιλοστεφάνου θαλ-
[λοῦ] στεφάν<ωι> ἀρετ̣ᾶ̣[ς ἕ]νεκα καὶ εὐνοίας ἃν ἔχων δι-
[ετ]έ̣λ̣ει εἰς τὸ πλῆθος τὸ Κα[μ]ιρέων· ὅπως δὲ καὶ ἀναγρα-
60 [φῆι] τὸ ψάφισμα τόδε εἰς στά[λαν] λ̣ίθου λαρτίου, τοὶ ἐπι-
[στ]ά̣ται τοὶ ἐν ἀρχᾶι ἐόντες προβαλλό̣[ν]των ἄνδρα, ὁ δὲ αἱ̣-
[ρε]θεὶς πριάσθω στάλαν καὶ ἀναγραψ[άτω εἰ]ς αὐτὰ̣[ν τὸ]
ψάφισμα τόδε· τοὶ δὲ ἰεροταμίαι τελεσάντω [τῶι αἱρε]-
[θ]έντι ἀνδρὶ εἰς ταῦτα μὴ πλεῖον δραχμᾶν τριάκοντ̣[α],
65 τόπον δὲ ἐν ὧι σταθησεῖ ἁ στάλα ἀποδειξάντω τοὶ ἐ-
πιστάται, τὸν δὲ ἀποδειχθέντα ποτιγραψάντω ποτὶ τό-
[δ]ε τὸ ψάφισμα. καὶ αἱρέθη ἐπὶ τὰν ὠνὰν τᾶς [σ]τ̣άλας
καὶ τὰν ἀναγραφὰν Φιλοκράτης Μενεκράτευς Π̣λάριος, τό-
πος ἀπεδείχθη ἐν ὧι σταθησεῖ ἁ στάλα ὅς ἐστιν ἐν ἀριστε-
70 ρᾷ τᾶς στάλας εἰς ἃν ἀναγράφονται τοὶ ἀρχιερισταί.
Search Help