[ ]
Rhodos Isl. — Kamiros — shortly after 325 BC — IG XII,1 694 — cf. Tit. Cam. Supp. 237, 109
1 | ἔδοξε Καμιρεῦσι· τὰς κτοίνας τὰς Καμιρέων τὰς |
ἐν τᾶι νάσωι καὶ τὰς ἐν τᾶι ἀπείρωι ἀναγράψαι πάσας | |
καὶ ἐχθέμειν ἐς τὸ ἰερὸν τᾶς Ἀθαναίας ἐστάλαι | |
λιθίναι χωρὶς Χαλκῆς· ἐξήμειν δὲ καὶ Χαλκήταις | |
5 | ἀναγραφήμειν, αἴ κα χρήιζωντι· ἑλέσθαι δὲ ἄνδρας |
τρεῖς αὐτίκα μάλα, οἵτινες ἐπιμεληθησεῦντι ταύ- | |
τας τᾶς πράξιος ὡς τάχιστα καὶ ἀποδωσεῦντ<α>ι | |
τῶι χρήιζοντι ἐλαχίστου παρασχεῖν τὰν στάλαν | |
καὶ τὰς κτοίνας ἀναγράψαι καὶ ἐγκολάψαι ἐν τᾶι στά- | |
10 | λαι καὶ στᾶσαι ἐν τῶι ἰερῶι τᾶς Ἀθάνας καὶ περιβολιβῶ- |
σαι ὡς ἔχηι ὡς ἰσχυρότατα καὶ κάλλιστα· τὰ δὲ τε- | |
λεύμενα ἐς ταῦτα πάντα τὸν ταμίαν παρέχειν. | |
ἐγ δὲ ταυτᾶν τᾶν κτοινᾶν ἀποδεικνύειν τοὺς | |
κτοινάτας μαστρὸν ἐν τῶι ἰερῶι τῶι ἁγιωτάτωι | |
15 | ἐν τᾶι κτοίναι κατὰ τὸν νόμον τὸν τῶν Ῥοδίων. |
τοῦτοι δὲ συνλεγέσθων ἐν Καμίρωι εἰς τὸ | |
ἰερὸν τᾶς Ἀθαναίας, ὅκκα τοὶ ἰεροποιοὶ παραγγέ̣λ̣- | |
[λ]ωντι, καὶ ἀθρεόντω τὰ ἰερὰ τὰ Καμιρέων [τὰ δα]- | |
[μο]τελῆ πάντα, αἴ τι̣ [— — — — — — — — — — — —] | |
20 | [— — — — — — — — — — — — — — — — — — — —] |