[ ]
Rhodos Isl. — Kamiros — reign of Titus — Clara Rhodos 6/7 (1932/1933) 433, 53 — cf. Tit. Cam. Supp. 235, 89
| [Φίλωνα(?) Σωπόλεως] | |
| 1 | Χαλ̣[κ]ήταν |
| καθ’ ὑ(οθεσίαν δὲ) Γαλέστου Καττάβιον, τιμαθέντα ὑπὸ Καμιρέων | |
| ἐπαίνῳ θαλλῷ στεφάνῳ καὶ χρυσέῳ καὶ εἰκόνι χαλκέᾳ | |
| καὶ ἀναγορεύσι, στρατευσάμενον ἐν τρι<η>μιολίᾳ ᾇ ὄνομα | |
| 5 | Ἰρήνα Σεβαστά, καὶ ἰερατεύσαντα Ἀθάνας Πολιάδος καὶ |
| Αὐτοκράτορος Τίτου Καίσαρος καὶ γενόμεν[ο]ν̣ ἰερο- | |
| ποιὸν καὶ μαστρικὸν καὶ τελέσαντα πάσας τὰς ἄλλας | |
| λιτουργίας παρὰ Καμιρεῦσι καὶ εἰεροθυτήσαντα ἐν | |
| Λινδίᾳ πόλι vac. Κληνὼ Οὐλιάδους Καταβία τὸν υἱόν, Οὐλι- | |
| 10 | άδης καὶ Σώπολις Σωπόλεως τὸν ἀδελφόν, Κληνὼ |
| καὶ Φίλων Οὐλιάδου τὸν θῖον, Κληνὼ Ἀλεξιμάχου τὸν | |
| τοῦ ἀνδρὸς ἀδελφόν, Ἀλεξίμαχος καὶ Διδύμαρχος | |
| τὸν τᾶς ἀδελφᾶς υἱόν, Φίλων Ἑκάτωνος καὶ Ἀ̣λ̣ε̣- | |
| ξίμαχος καὶ Ἑρμίας Ἑρμία καὶ Οὐλιάδης καὶ [Ἀφ]- | |
| 15 | έστιος καὶ Διογενὶς καὶ Διδύμαρχος Διδυμάρ[χου] |
| καὶ Σῶσις Φίλωνος τὸν ἀνεψιὸν εὐνοίας ἕνεκα. |