[ ] Rhodos Isl. — Rhodos — undated — BE (1948) 172
[— — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — —]Ι̣Ο̣Ι̣[— — — — —]
[ἔδοξε τᾶι βουλᾶι κ]α̣ὶ τῶι δάμωι Γ̣[․․․․․․]
[․․․․․․․․․․] ἐν̣ τῶι τεμένει τοῦ [Ἀσκλα]-
[πιοῦ ․․․․․ ἀ]νδριάντε̣ς̣ καὶ τἆλλα ἀ[ναθή]-
5 [ματα ․․․․] γίνωνται αἰτήσιες μετὰ [τὰν]
[κύρωσιν? το]ῦδε τοῦ ψαφίσματος ΙΣΤΑΝ․․
[․․․․․․ κ]α̣ὶ μηθεὶς ποιῆται τὰν αἴτησιν ἀνα-
[θέσιος ἐς] τοὺς περιπάτους τοὺς ὑπάρχον-
[τας ἐν τ]ῶι ἰερῶι τοῦ Ἀσκλαπιοῦ, δεδόχθαι
10 [τῶι δά]μ̣ωι· μὴ ἐξέστω μηθενὶ αἰτήσασ-
[θαι ἀνά]θεσιν ἀνδριάντος μηδὲ ἄλλου
[ἀναθ]ή̣ματος μηδενὸς ἐς τὸ κάτω μέρος̣
[τοῦ τ]εμένευς ἀπό τε τοῦ προπύλου
[ἐπ’ ε]ὐθ̣ε̣ίας ἔστε ποτὶ τὰ ἀναθήματα
15 [ὧ]ν̣ ἐντι ταὶ αἰτήσιες πρότερον γεγενη-
[μ]έ̣ναι, ἢ ἐς ἄλλον τινα τόπον ἐν ὧι στα-
θ̣έντα τὰ ἀναθήματα κωλύσει τοὺς περι-
πάτους· εἰ δ̣έ τίς κα ἐν τούτωι τῶι τόπωι
αἰτήσηται ἀνάθεσιν ἄκυρος ἔστω αὐτ-
20 [ῶ]ι ἁ αἴτησις, καὶ τοὶ ἀστυνόμοι, εἴ κά τις
[ἀνα]θῆι, μεθελόντω τὰ ἀναθήματα ἐς ἄλ-
[λον τ]όπον· τὸ δὲ ψάφισμα τόδε ἀποδόσ-
[θων τοὶ] π̣ωληταὶ ἀναγράψαι ἐστάλαν λι-
[θίναν καὶ σ]τ̣ᾶσαι ἐν τῶι τεμένει τοῦ Ἀσ-
25 [κλαπιοῦ ἐς ὅν] κα ὁ ἀρχιτέκτων ἀποδεί-
[ξηι τόπον, τὰ δὲ τελεύμ?]ενα τοὶ ταμίαι διδόντ-
              [ων ἐκ τῶν χρημ]ά̣των τοῦ
               [Ἀσκλαπιοῦ].
Search Help
Contact Us