[ ] Rhodos Isl. — Rhodos — late 2nd/early 3rd c. AD — Studi Emanuele Ciaceri (1940) 256, III — ASAA 64-65 (1986-87) 282, 18
1 [ὁ δ]ᾶ̣μος ὁ Ῥοδίων̣ [καὶ ἁ βουλὰ]
[․․] Αἴλιον Ἀλέξαν[δρον — — — —]
π̣ατυρῆ τὸν πρύτ[ανιν, στραταγή]-
σαντα ἐν τῷ ἄστε̣[ι — — — — καὶ]
5 ὑγιῶς, λιμεναρχήσ[αντα φιλοδό]-
ξως, ἀντιταμιεύσ[αντα — — — —],
πλεονάκις ἐπιμ̣[ελητεύσαντα]
πλεόνων ἔργων [δαμοσίων]
πιστῶς, καὶ ἐν πᾶ[σιν ἐπαινηθέντα]
10 ὑπὸ τᾶς βουλᾶς κα[ὶ τοῦ δάμου]
καὶ μάλιστα καὶ ἐν τᾷ [στραταγίᾳ δι]-
καιοσύνᾳ καὶ ὑγιότα[τι, στραταγή]-
σαντα καὶ ἐπὶ Χερσονάσ[ου],
ἐν ᾇ στραταγίᾳ καὶ τοῖς πλέο[υσι]
15 ἀσφάλιαν καὶ ἀφοβίαν παρέσχε̣
συνλαβὼν καὶ παραδοὺς ποτὶ κ̣[ό]-
λασιν τὸ συστὰν κατὰ θάλασ̣[σαν]
πιρατικὸν λῃστήριον, ἀνθ’ ὧ̣[ν]
δᾶμος καὶ ἁ βουλὰ εὐνο̣[ίας]
20 [ἕν]ε̣κεν τᾶς ἰς τὸν ἄν[δρα]
            θεοῖς.
Search Help
Contact Us