[— — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — —]ν παρέχεται οὐθέ- |
να καιρὸν διαλείπων ἕνεκεν τῶν κοινῶν | |
πραγμάτων· ὅπως οὖν καὶ τὸ κοινὸν τὸ | |
Σαβαζιαστᾶν φαίνηται καταξίας χάρι- | |
5 | τας ἀποδίδον τοῖς εὐεργετεῖν αὐτὸ προ- |
αιρουμένοις καὶ πολλοὶ τὴν αὐτὴν αἵρε- | |
σιν ἔχωσιν v Ἀρίστωνι θεωροῦντες τὴν πα- | |
ρὰ τοῦ πλήθους εὐχαριστίαν v κυρωθέν- | |
τος τοῦδε τοῦ ψηφίσματος, τύχηι ἀγαθῆι, | |
10 | δεδόχθαι Σαβαζιαστᾶν τῶι κοινῶι ἐπαινέ- |
σαι καὶ στεφανῶσαι εἰς τὸν ἀεὶ χρόνον | |
Ἀρίστωνα Συρακόσιον θαλλίνωι στεφάνωι | |
ἀρετῆς ἕνεκεν καὶ ἐπιμελείας τῆς περὶ | |
τοὺς τάφους v οἱ δὲ ἐπιμήνιοι ἢ ὁ ἐπιστάτας | |
15 | οἱ ἀεὶ λειτουργοῦντες τὴν ἀνακήρυξιν τήν̣- |
δε ποιείσθωσαν μετὰ τὴν ἐν τῶι ἀνδρῶνι | |
καθ’ ἕκασ̣τον ἐνιαυτὸν Ο[— — — — νεκυ]- | |
σίοις ἐπάναγκες, μὴ πλέ̣[ον λογισάμενοι τῶι] | |
κοινῶι εἰς τὸν στέφα̣[νον δραχμᾶν — — — —] | |
20 | [— — — — — — — — — — — — — — — — — —] |
SEG
33:639