[ ] Rhodos Isl. — Rhodos — after 212 AD
1 [ὁ] δᾶμος ὁ Ῥοδίων καὶ ἁ βουλὰ Μάρκον Αὐρή[λιον]
[Κ]ῦρον Εὔπλοος Ποντωρῆ τὸν ἱερέα τοῦ Βακχ[ίου?] {²⁷Βακχ[είου?]}²⁷
Διονύσου, τὸν διαδεξάμενον τὰν ἱερωσύναν ἐ[ν]-
δόξως παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μάρ(κου) Αὐρ(ηλίου) Ἁλιοδώρου
5 Εὔπλοος Ποντωρέως καὶ φιλοτειμησάμενον ἐκ
τῶν ἰδίων τῇ μὲν κρατίστῃ βουλῇ δηναρίου {²sic}² μυρι-
άδας δύο, ἐφ’ ᾧ τῶν μὲν μυρίων δηναρίων ὁ τόκος
διανέμηται τοῖς θερινοῖς βουλευταῖς ἐπὶ τῇ γενε-
θλίῳ αὐτοῦ ἡμέρᾳ Δαλίου νουμηνίᾳ, τῶν δὲ ἄλλων 𐆖
10 μυρίων καὶ αὐτῶν ὁ τόκος ὁμοίως διανέμηται τῇ χει-
μερινῇ βουλῇ ἐπὶ τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ ἀδελφοῦ αὐ-
τοῦ Μάρκου Αὐρ(ηλίου) Ἑρμοῦ Εὔπλοος Ποντωρέως, ἥτις ἐστὶν
Πεταγειτνίου ιθ, φιλοτειμησαμένου {²sic}² δὲ καὶ ἐπὶ τᾷ ἀνα-
[σ]τάσει τοῦ ἀνδριάντος αὐτοῦ τοῖς σεμνοτάτοις βουλευ-
15 ταῖς, δόντα δὲ καὶ ἐπὶ ταῖς τῆς ἱερωσύνης πανηγύρεσιν
νομὰς φιλοτείμως, ἑκάστῳ μὲν βουλευτῇ 𐆖 δέκα καὶ
ἑκάστῳ πολείτῃ 𐆖 πέντε, καὶ ἐ[λ]α[ιοθ]ετήσαντα ἡμέρας κ
ἐν τῷ τῆς ἱερωσύνης ἐνιαυτῷ, δόντα δὲ καὶ ὑπὲρ τοῦ
ὑοῦ Μάρκου Αὐρ(ηλίου) Ζωτίκου Κύρου Ποντωρέως ἐφήβου
20 τῇ σεμνοτάτῃ βουλῇ νομήν, καὶ εἰς πολλὰ δὲ καὶ
ἀλλὰ χρησίμου γεινομένου αὐτοῦ τᾷ πόλει ——— ἁ πατρὶς
[κ]αὶ βακχεῖα, οἷς καὶ ἐφιλοτειμῄσατο ΑΝΔΡΟΣΙΝΗ
․․ΟΣ 𐆖 ρ, δόντα δὲ καὶ τῷ ὑδραύλῃ τῷ ἐπεγείροντι
[τὸ]ν θεὸν 𐆖 τξ, καὶ τοῖς τὸν θεὸν ὑμνήσασι κατὰ
25 [μῆν]α 𐆖 μ, καὶ ταῖς τοῦ θεοῦ δὲ καθόδοις δυσὶ τοῖς ․․․
          {²cetera desiderantur
Search Help
Contact Us