[ ]
Rhodos Isl. — Rhodos — after 212 AD
1 | [ὁ] δᾶμος ὁ Ῥοδίων καὶ ἁ βουλὰ Μάρκον Αὐρή[λιον] |
[Κ]ῦρον Εὔπλοος Ποντωρῆ τὸν ἱερέα τοῦ Βακχ[ίου?] {²⁷Βακχ[είου?]}²⁷ | |
Διονύσου, τὸν διαδεξάμενον τὰν ἱερωσύναν ἐ[ν]- | |
δόξως παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μάρ(κου) Αὐρ(ηλίου) Ἁλιοδώρου | |
5 | Εὔπλοος Ποντωρέως καὶ φιλοτειμησάμενον ἐκ |
τῶν ἰδίων τῇ μὲν κρατίστῃ βουλῇ δηναρίου {²sic}² μυρι- | |
άδας δύο, ἐφ’ ᾧ τῶν μὲν μυρίων δηναρίων ὁ τόκος | |
διανέμηται τοῖς θερινοῖς βουλευταῖς ἐπὶ τῇ γενε- | |
θλίῳ αὐτοῦ ἡμέρᾳ Δαλίου νουμηνίᾳ, τῶν δὲ ἄλλων 𐆖 | |
10 | μυρίων καὶ αὐτῶν ὁ τόκος ὁμοίως διανέμηται τῇ χει- |
μερινῇ βουλῇ ἐπὶ τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ ἀδελφοῦ αὐ- | |
τοῦ Μάρκου Αὐρ(ηλίου) Ἑρμοῦ Εὔπλοος Ποντωρέως, ἥτις ἐστὶν | |
Πεταγειτνίου ιθ, φιλοτειμησαμένου {²sic}² δὲ καὶ ἐπὶ τᾷ ἀνα- | |
[σ]τάσει τοῦ ἀνδριάντος αὐτοῦ τοῖς σεμνοτάτοις βουλευ- | |
15 | ταῖς, δόντα δὲ καὶ ἐπὶ ταῖς τῆς ἱερωσύνης πανηγύρεσιν |
νομὰς φιλοτείμως, ἑκάστῳ μὲν βουλευτῇ 𐆖 δέκα καὶ | |
ἑκάστῳ πολείτῃ 𐆖 πέντε, καὶ ἐ[λ]α[ιοθ]ετήσαντα ἡμέρας κ | |
ἐν τῷ τῆς ἱερωσύνης ἐνιαυτῷ, δόντα δὲ καὶ ὑπὲρ τοῦ | |
ὑοῦ Μάρκου Αὐρ(ηλίου) Ζωτίκου Κύρου Ποντωρέως ἐφήβου | |
20 | τῇ σεμνοτάτῃ βουλῇ νομήν, καὶ εἰς πολλὰ δὲ καὶ |
ἀλλὰ χρησίμου γεινομένου αὐτοῦ τᾷ πόλει ——— ἁ πατρὶς | |
[κ]αὶ βακχεῖα, οἷς καὶ ἐφιλοτειμῄσατο ΑΝΔΡΟΣΙΝΗ | |
․․ΟΣ 𐆖 ρ, δόντα δὲ καὶ τῷ ὑδραύλῃ τῷ ἐπεγείροντι | |
[τὸ]ν θεὸν 𐆖 τξ, καὶ τοῖς τὸν θεὸν ὑμνήσασι κατὰ | |
25 | [μῆν]α 𐆖 μ, καὶ ταῖς τοῦ θεοῦ δὲ καθόδοις δυσὶ τοῖς ․․․ |
{²cetera desiderantur}² |