[ ]
Rhodos Isl. — Rhodos — after 212 AD
| 1 | [ὁ] δᾶμος ὁ Ῥοδίων καὶ ἁ βουλὰ Μάρκον Αὐρή[λιον] |
| [Κ]ῦρον Εὔπλοος Ποντωρῆ τὸν ἱερέα τοῦ Βακχ[ίου?] {²⁷Βακχ[είου?]}²⁷ | |
| Διονύσου, τὸν διαδεξάμενον τὰν ἱερωσύναν ἐ[ν]- | |
| δόξως παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μάρ(κου) Αὐρ(ηλίου) Ἁλιοδώρου | |
| 5 | Εὔπλοος Ποντωρέως καὶ φιλοτειμησάμενον ἐκ |
| τῶν ἰδίων τῇ μὲν κρατίστῃ βουλῇ δηναρίου {²sic}² μυρι- | |
| άδας δύο, ἐφ’ ᾧ τῶν μὲν μυρίων δηναρίων ὁ τόκος | |
| διανέμηται τοῖς θερινοῖς βουλευταῖς ἐπὶ τῇ γενε- | |
| θλίῳ αὐτοῦ ἡμέρᾳ Δαλίου νουμηνίᾳ, τῶν δὲ ἄλλων 𐆖 | |
| 10 | μυρίων καὶ αὐτῶν ὁ τόκος ὁμοίως διανέμηται τῇ χει- |
| μερινῇ βουλῇ ἐπὶ τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ ἀδελφοῦ αὐ- | |
| τοῦ Μάρκου Αὐρ(ηλίου) Ἑρμοῦ Εὔπλοος Ποντωρέως, ἥτις ἐστὶν | |
| Πεταγειτνίου ιθ, φιλοτειμησαμένου {²sic}² δὲ καὶ ἐπὶ τᾷ ἀνα- | |
| [σ]τάσει τοῦ ἀνδριάντος αὐτοῦ τοῖς σεμνοτάτοις βουλευ- | |
| 15 | ταῖς, δόντα δὲ καὶ ἐπὶ ταῖς τῆς ἱερωσύνης πανηγύρεσιν |
| νομὰς φιλοτείμως, ἑκάστῳ μὲν βουλευτῇ 𐆖 δέκα καὶ | |
| ἑκάστῳ πολείτῃ 𐆖 πέντε, καὶ ἐ[λ]α[ιοθ]ετήσαντα ἡμέρας κ | |
| ἐν τῷ τῆς ἱερωσύνης ἐνιαυτῷ, δόντα δὲ καὶ ὑπὲρ τοῦ | |
| ὑοῦ Μάρκου Αὐρ(ηλίου) Ζωτίκου Κύρου Ποντωρέως ἐφήβου | |
| 20 | τῇ σεμνοτάτῃ βουλῇ νομήν, καὶ εἰς πολλὰ δὲ καὶ |
| ἀλλὰ χρησίμου γεινομένου αὐτοῦ τᾷ πόλει ——— ἁ πατρὶς | |
| [κ]αὶ βακχεῖα, οἷς καὶ ἐφιλοτειμῄσατο ΑΝΔΡΟΣΙΝΗ | |
| ․․ΟΣ 𐆖 ρ, δόντα δὲ καὶ τῷ ὑδραύλῃ τῷ ἐπεγείροντι | |
| [τὸ]ν θεὸν 𐆖 τξ, καὶ τοῖς τὸν θεὸν ὑμνήσασι κατὰ | |
| 25 | [μῆν]α 𐆖 μ, καὶ ταῖς τοῦ θεοῦ δὲ καθόδοις δυσὶ τοῖς ․․․ |
| {²cetera desiderantur}² |