[ ]
Rhodos Isl. — Rhodos — 55 AD — Syll.³ 810 — cf. Studi Emanuele Ciaceri (1940) 255
See also:
vacat | |
1 | [ἐπ’ ἰ]ε̣ρ̣έ̣ως Δι̣ο̣γ̣έ̣νευς, πρυτανίων τῶν σὺν |
Μενεκλεῖ τῷ Ἀρ̣χαγόρα, γραμμα[τε]ύοντος | |
βουλᾶς Νεικασιμάχου Διαφάνου καθ’ ὑ(οθεσίαν δὲ) Ἀρχεδάμ(ου). | |
ἁ̣ ἐπιστολὰ ἁ ἀποσταλεῖσα ὑπὸ Νέρωνος | |
5 | Κλαυδίου Καίσαρος Πεταγειτνύου κζ. vacat |
[Νέρων] Κλαύδιος θεοῦ Κλαυδίου υἱός, Τιβερίου Καίσα̣- | |
ρος Σεβαστοῦ καὶ Γερμανικοῦ Καίσαρος ἔγγονος, θε- | |
οῦ Σεβαστοῦ ἀπόγονος, Καῖσαρ Σε̣β̣αστὸς Γερμανι- | |
κὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας αὐτοκρά- | |
10 | τωρ Ῥοδίων ἄρχουσι βουλῇ δ̣[ή]μῳ χαίρειν. vacat |
οἱ πρέσβεις ὑμῶν οὓς ἐπὶ τῇ ψευδῶς ἐπισ̣τολῇ | |
πρὸς ὑμᾶς κομισθείσῃ τῷ τῶν ὑπάτων ὀνόματι | |
ταραχθέντες πρός με ἐπέμψατε, καὶ τὸ ψήφισμα ἀ̣- | |
πέδοσαν καὶ περὶ τῶν θυσιῶν ἐδήλωσαν ἃς ἐνετε[ί]- | |
15 | λασθε αὐτοῖς ὑπὲρ τῆς πανοικίου μου ὑγείας καὶ |
τῆς ἐν τῇ ἡγεμ<ο>νίᾳ διαμονῆς ἐπιτελέσαι τῷ κατ’ ἐ- | |
ξοχὴν παρ’ ἡμεῖν τειμωμένῳ θεῷ Διῒ Καπετωλίῳ | |
περὶ τ’ ὧν ἐπεστάλκειτε αὐτοῖς πρὸς τὴν τῆς πόλεως | |
δημοκρατίαν διαφερόντων ἐνεφάνισαν διὰ Κ<λα>υ̣- | |
20 | δίου Τειμοστράτου τοῦ ἀρχιπρεσβευτοῦ σπου- |
δαίῳ πάθει τοὺς ὑπὲρ ὑμῶν ἐπ’ ἐμοῦ ποιησαμένων | |
λόγους —— ἀνδρὸς κἀ̣μ̣οὶ ἐπὶ τῷ κρατ[ί]στῳ διὰ τ[ὴ]ν ἀνανέω- | |
σιν τῶν πρὸς ἡμᾶς αὐτῷ δικαίων ὑπαρχόντων γνωρί- | |
μου καὶ παρ’ ὑμεῖν ἐν τοῖς ἐπιφανεστάτοις καταριθμου[μέ]- | |
25 | νου. ἐγὼ οὖν ἀπὸ τῆς πρώτης ἡλικίας εὐνοϊκῶς πρὸς τὴν̣ [πό]- |
λιν ὑμῶν δια̣κείμενος [— — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] |