[ ] Rhodos Isl. — Rhodos — 55 AD — Syll.³ 810 — cf. Studi Emanuele Ciaceri (1940) 255
                              vacat
1 [ἐπ’ ἰ]ε̣ρ̣έ̣ως Δι̣ο̣γ̣έ̣νευς, πρυτανίων τῶν σὺν
Μενεκλεῖ τῷ Ἀρ̣χαγόρα, γραμμα[τε]ύοντος
βουλᾶς Νεικασιμάχου Διαφάνου καθ’ ὑ(οθεσίαν δὲ) Ἀρχεδάμ(ου).
ἁ̣ ἐπιστολὰ ἁ ἀποσταλεῖσα ὑπὸ Νέρωνος
5 Κλαυδίου Καίσαρος Πεταγειτνύου κζ. vacat
[Νέρων] Κλαύδιος θεοῦ Κλαυδίου υἱός, Τιβερίου Καίσα̣-
ρος Σεβαστοῦ καὶ Γερμανικοῦ Καίσαρος ἔγγονος, θε-
οῦ Σεβαστοῦ ἀπόγονος, Καῖσαρ Σε̣β̣αστὸς Γερμανι-
κὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας αὐτοκρά-
10 τωρ Ῥοδίων ἄρχουσι βουλῇ δ̣[ή]μῳ χαίρειν. vacat
οἱ πρέσβεις ὑμῶν οὓς ἐπὶ τῇ ψευδῶς ἐπισ̣τολῇ
πρὸς ὑμᾶς κομισθείσῃ τῷ τῶν ὑπάτων ὀνόματι
ταραχθέντες πρός με ἐπέμψατε, καὶ τὸ ψήφισμα ἀ̣-
πέδοσαν καὶ περὶ τῶν θυσιῶν ἐδήλωσαν ἃς ἐνετε[ί]-
15 λασθε αὐτοῖς ὑπὲρ τῆς πανοικίου μου ὑγείας καὶ
τῆς ἐν τῇ ἡγεμ<ο>νίᾳ διαμονῆς ἐπιτελέσαι τῷ κατ’ ἐ-
ξοχὴν παρ’ ἡμεῖν τειμωμένῳ θεῷ Διῒ Καπετωλίῳ
περὶ τ’ ὧν ἐπεστάλκειτε αὐτοῖς πρὸς τὴν τῆς πόλεως
δημοκρατίαν διαφερόντων ἐνεφάνισαν διὰ Κ<λα>υ̣-
20 δίου Τειμοστράτου τοῦ ἀρχιπρεσβευτοῦ σπου-
δαίῳ πάθει τοὺς ὑπὲρ ὑμῶν ἐπ’ ἐμοῦ ποιησαμένων
λόγους —— ἀνδρὸς κἀ̣μ̣οὶ ἐπὶ τῷ κρατ[ί]στῳ διὰ τ[ὴ]ν ἀνανέω-
σιν τῶν πρὸς ἡμᾶς αὐτῷ δικαίων ὑπαρχόντων γνωρί-
μου καὶ παρ’ ὑμεῖν ἐν τοῖς ἐπιφανεστάτοις καταριθμου[μέ]-
25 νου. ἐγὼ οὖν ἀπὸ τῆς πρώτης ἡλικίας εὐνοϊκῶς πρὸς τὴν̣ [πό]-
λιν ὑμῶν δια̣κείμενος [— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help