1 | [φῶς ἐν Ἰηλυ]σ̣σίοισιν ἐσέδρακον, εὖ δ’ ἐπὶ γουνοῖς |
[μητρὸς ἔτει]λ̣’ {²⁷[ἔφυ]ν̣(?) (Peek, GVI)}²⁷, ἀλόχωι σώφρονι δ’ εὐνασάμην· | |
[χάλκ]ε̣ιός τ’ ἔστην χεύας περὶ ποσσὶ μόλυβδ̣ον, | |
[ε]ὐ̣δοκίμους ἀρετῆς ἀντιλαβὼν χάριτας. | |
5 | καὶ πατρὶς πιστόν με νόμων προὔκρινε πάρεδρον, |
πολλάκι καὶ δήμου φθεγξάμεθ’ ἐν πελάγει· | |
καὶ βύβλου πάσης ἐδάην ἰθεῖαν ἀταρπὸν | |
εὑρεῖν, καὶ Μουσέων πάντροπος ἦν θεράπων | |
ζηλωτὸς Φιλόνικος ὁ Κε[ρ]κάφου ἐν πολιήταις | |
10 | φαιδρὸν ἀμωμήτου τέρμα λ̣αχὼν βιότου. —— |
πτόρθων δ’ ἰτείνων τε καὶ αἰγίρων ἐριθηλέων | |
Κελτὸς ἐρεῖ καὶ Ἴβηρ φῦναι ἀκαρπότερος. |
MDAI(A)
20 (1895) 228,2