[ ]
Rhodos Isl. — Rhodos — ca. 275-250 BC
1 | ἅδε καὶ ἐσσομένοις Ἀγήμονος ἄφ̣θ̣ιτ̣ον εἰ̣[κὼν] |
ἀνδράσι Νικαγόρα κ̣ληδόνα παιδὸς ἐρεῖ, | |
τὰν οἱ ἕκατι κλυτῶν ὅδε δωρίδος ἔ̣κγον̣[ο]ς αἴα<ς> | |
ἔργωγ καλλίσταν δ̣ᾶμ̣ο̣ς ἔδω̣κε χ̣άριν, | |
5 | κρατὸς ὑπὲρ γεραροῖο̣ β̣αλὼν ἐρικυδέα χρυ[σ]όν. |
ἐσθλὰ γὰρ εἰναλίαι μ̣ήδετο τᾶιδε πόλει | |
αἰὲν ἔχων ὁσ̣ί̣α̣ν σφετέραι περὶ πατ̣ρ̣ίδι μῆτιν | |
[κα]ὶ νόον ὡς ἀ̣γ̣α̣θ̣ῶι φ̣ω̣τὶ θ̣έμ̣ις τ[ε]λέ̣[θ]ει | |
[․․․]ΤΙΣΩΔΕΜ[․]ΛΑΙ[․]ΝΑΓ̣ΟΙ̣[․․]Ν̣ΑΤΟ[․]Δ̣Ε̣[— —] | |
10 | [— — — — — — —]ΩΝΠΑΙ̣Σ̣Ι̣Π̣ΕΛΟ̣Ι̣Τ̣[— — — — — — —] |