[ ]
Rhodos Isl. — Rhodos — ca. 220-210 BC? — GVI 1451
| 1 | οὔ τί σε νώνυμνον κρύπτει τόδε Δωρίδος αἴης |
| σῆμα περὶ τραφερὴν θηκάμενον σπιλάδα | |
| Εὐμοιρέω Ἀρίδεικες· ἀποφθιμένοιο δὲ σεῖο | |
| μείλια καὶ πελάνους ἐμ πυρὶ βαλλόμεθα | |
| 5 | ἁζόμενοι Μούσαις, τὸν ἀοίδιμον αἵ σε τιθηνοῖς |
| χερσὶ Πλατωνείους θρέψαν ὑπ’ ἀτραπιτούς. |