ARW 27 (1929) 349
[ ] Rhodos Isl. — Rhodos — late 2nd/1st c. BC — LSCG 138
1 ἐκ τοῦ ψαφίσ-
ματος τοῦ
ἐπὶ Ἀρχεστράτου,
Ἀρταμιτίου κεʹ.
5 "ὅπως δὲ καὶ ἐν τῶι
μετὰ ταῦτα χρόνωι
ἁ ἀναγραφὰ τῶν
[ἱ]ερατευόντων
γίνηται κατὰ
10 τὸ ἕξαν,
οἱ μὲν ἱερεῖς ἀνα-
γραφόντω τὰ ὀνό-
ματα τὰ αὐτῶν
πατριαστὶ καὶ δάμο[υ]
15 καὶ τὸν ἱερῆ τοῦ Ἁλίου
ἐφ’ οὗ ἔλαχε· [ὁ]
δὲ ἐχόμενος
ἱερατεύων μετὰ
τὸν ἐνεστακότα
20 ποτιγραφέτω
τῶι πρὸ αὐτοῦ
ἱερατεύσαντι ἔσ-
[τ]ε τίνα, καὶ τὰ ἔτη
[ὅσ]α ἱεράτευσε.
25 [κατὰ] τὰ αὐτὰ δὲ καὶ
[οἱ] ἀεὶ ἱερατεύον-
τες ποτιγραφόντω".
     vacat
Search Help
Contact Us