[ ]
Rhodos Isl. — Rhodos — ca. 200 BC
col. I.1 | Ἡράκλειτος Παυσανία. |
vacat | |
2 | Ἀπολλόδοτος Ἡρακλείτου |
Νεττίδας ματρὸς δὲ ξένας | |
τὸμ πατέρα | |
5 | φυλαρχήσαντα |
φυλᾶι Ἰαλυσία[ι] | |
καὶ νικάσαντα εὐα[νδ]ρ̣ίαι | |
καὶ λαμπάδι Διοσωτήρια | |
Ἀσκλαπίεια Ἁλίεια | |
10 | θεοῖς. |
col. II.1 | Ἀπολλόδοτος Ἡρακλείτου |
Νεττίδας ματρὸς δὲ ξένας. | |
Ἡράκλειτος Ἀπολλοδότου Σάμιος | |
ὧι ἁ ἐπιδαμία δέδοται τὸμ πατέρα | |
5 | θεοῖς. |
vacat | |
6 | ἀτθρήσας {²⁶ἀθρήσας}²⁶, ὦ ξεῖνε, τὸν ἔμπνοον ἐγγύθι χαλκὸν |
μνᾶσαι τᾶς ὁσίας τοῦδε δικαιοσύνας· | |
τρὶς δέκα γὰρ λυκάβαντας ὁμοῦ ξείνοις τε καὶ ἀστοῖς | |
χρυσὸν σὺν καθαρᾶι πάντ’ ἐφύλαξε δίκαι· | |
10 | οὕνεκ’ Ἀπολλοδότωι μίμνει κλέος, ἅδε δὲ μορφὰ |
ἐξ Ἡρακλείτου παιδὸς ἀναγράφεται. | |
ἀλλὰ γένος τελέθοι καὶ ἐς ὕστερον ὡς ὅδε πατρὸς | |
φέρτερος, ὣς παίδων παῖδες ἀρειότεροι. | |
col. I-II.11 | Τιμόχαρις Ἐλευθερναῖος ἐποίησε. |