[ ]
Rhodos Isl. — Rhodos — shortly after 88 BC — cf. Gnomon 2 (1926) 196-197
See also:
1 | Σῶσος καὶ Πολυκλῆς [κ]αὶ Καλλιαρίστα Σώσου, |
Πολυκλῆς Πολυκλεῦς τοῦ Πολυκλεῦς τὸν πάππον | |
[σ]τρατευσά[μ]ενον ἔν τε τοῖς ἀφράκτοις καὶ ἐν ταῖς καταφράκτοις | |
[να]υσὶ κατὰ πόλεμον καὶ γενόμενον ἁγεμόνα ἄμισθον ἐπὶ τᾶς | |
5 | [χώ]ρας τᾶς Λινδίας καὶ γυμνασιαρχήσαντα φυλᾶ[ς] καὶ νικάσαντα |
[Π]οσειδάνια καὶ Ῥωμαῖα καὶ Ἁλίεια καὶ γυμνασιαρχήσαντα νεώτερον | |
[καὶ κ]λαρωτὰν δικαστᾶν γενόμενον καὶ ἄρξαντα ἀφράκτων καὶ | |
[ἁγ]ησάμενον πεντηρέων κατὰ πόλεμον καὶ ἀποδειχθέντα ὑπὸ τοῦ | |
δάμου ἁγεμόνα τῶν ἁγεμόνων καὶ ναυμαχήσαντα καὶ στραταγή- | |
10 | σαντα ἐν τῶι πέραν καὶ ἐπιχειροτονηθέντα τὸ δεύτερον καὶ ἐπιχειρο- |
τονηθέντα τὸ τρίτον καὶ γυμνασιαρχήσαντα πρεσβύτερον καὶ | |
γραμματῆ βουλᾶς γενόμενον καὶ στεφανωθέντα ὑπὸ τῶν συναρχόντων | |
καὶ πρυτανεύσαντα ἐν τῶι πολέμωι καὶ στεφανωθέντα ὑπὸ τῶν συναρ- | |
χόντων καὶ γενόμενον σύμβουλον ναυάρχωι Δαμαγόραι καὶ φυλαρ- | |
15 | χήσαντα καὶ νικάσαντα ἐπιτάφια καὶ τριηραρχήσαντα τετρήρευς |
καὶ νικάσαντα τᾶι ἀποδείξει τᾶς ναὸς καὶ χ[ορ]αγήσαντα πυρρίχαι | |
καὶ τριηραρχήσαντα τετρήρευς κατὰ πόλεμον καὶ χοραγήσαντα | |
τραγωιδοῖς καὶ νικάσαντα Ἀλεξάνδρεια καὶ Διονύσια καὶ τιμαθέντα | |
καὶ στεφανωθέντα χρυσέοις στεφάνοις δυσὶ ὑπὸ Παναθηναϊστᾶν | |
20 | στρατευομένων κοινοῦ καὶ ὑπὸ Ἁλιαταδᾶν πατριωτᾶν |
Ἀριστοκλείων καὶ Κυδαγορείων διαγονιᾶν κοινοῦ καὶ ὑπὸ | |
Ἐπεκτοριδᾶν πατριωτᾶν κοινοῦ καὶ ὑπὸ Εὐθαλιδᾶν πατριωτᾶν | |
τῶν ἐν Οἴαις κοινοῦ καὶ ὑπὸ Ἀφροδισιαστᾶν ἁλικιωτᾶν Πολυ- | |
κλείων κοινοῦ καὶ ὑπὸ Ἰερομβροτείων Κλυσιμείων Πολυχαρ- | |
25 | μείων κοινοῦ καὶ ὑπὸ τῶν ἰεροθυτησάντων ἐν Ἐρεθίμοις κοινοῦ |
καὶ τιμαθέντα ὑπὸ Ἀπολλωνιαστᾶν Ἀντιοχείων συσστρατευσαμέ- | |
[ν]ων κοινοῦ καὶ τιμαθέντα ὑπὸ Πολυκλείων Βοαρσᾶν κοινοῦ | |
χρυσέωι στεφάνωι καὶ ἀνδριάντι καὶ τιμαθέντα ὑπὸ Βοαρσᾶν | |
[Τει]σαγορείων κοινοῦ καὶ τιμαθέντα ὑπὸ τῶν συμμάχων πάντων | |
30 | τῶν τασσομένων ὑπὸ τὸν δᾶμον δίς, καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος |
τῶν Ἀστυπαλαιέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι εἰκόνι | |
χαλκέαι καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τῶν Μιλησίων προξενίαι | |
πολιτείαι ἐπαίνωι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι καὶ τιμαθέντα | |
ὑπὸ τᾶς πόλιος τᾶς Ὑλλαριμέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι | |
35 | εἰκόνι χαλκέαι καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τᾶς Κυιτᾶν προξενίαι |
[π]ολιτείαι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι, θεοῖς. |