Lindos II p. 1007 (Add.)
[ ] Karpathos Isl. — Porthmos — 155-153 BC — IG XII,1 1033+ — Syll.³ 570+ — RFIC 61 (1933) 379, IÏ
See also:
frg. I.1 ἐπ’ ἰερέως Πυθοδώρου, Πανά[μου ․․ ἔδοξε Ποτιδαιέων]
τ̣ᾶι κτοίναι, ἰεροθυτᾶν γνώμ[α· ἐπειδὴ Παμφιλίδας]
[Ἰ]έρωνος Καρπαθιοπολίτας ἐ̣[ν μὲν τῶι πρόσθεν χρό]-
νωι εὔνους ὑπάρχων̣ διε[τέλει πάντα τε λέγων καὶ]
5 [π]ράσσω̣ν τὰ συ̣[μφέ]ροντ̣[α τᾶι κτοίναι τῶν Ποτι]-
δ̣αιέων̣, αἱρεθεὶς δ̣[ὲ] ὑπὸ [τᾶς κτοίνας ἐπιστάτας]
[ἐ]φ’ ἕτη δύο τᾶς τ̣ε ὀχυρ[ώσιος ἁμῶν καὶ τοῦ]
περι[πο]λίου προενόει π[αρεχόμενος πᾶσαν ἐκτέ]-
ν̣ειαν καὶ κακοπαθίαν, [ἔν τε ταῖς γεγενημέναις]
10 κ̣ρίσεσι καὶ τοῖς ἄλλο[ις καιροῖς πᾶσι φιλοδό]-
[ξ]ως ἀνεστράφη, ἐνσ̣[τάντος δὲ πολέμου ποτὶ]
Κ̣ρηταιεῖς τῶι σύμπα̣[ντι δάμωι, ἐπιπλευσάντων]
ἐπὶ τὰν νᾶσσον τῶν [ἐναντίων, φυλακὰς]
διέθηκε εἰς τοὺς ἐν[καίρους τόπους, καὶ ἐπέτα]-
15 ξ̣ε̣ ἐπ’ α̣ὐτῶν τοὺς ν[εωτέρους ἑτῶν ἑξήκοντα],
τά τε ὅπλα ἃ εἶχε ἐέδωκε· αὐτὸς δὲ μετὰ τῶν]
μάλιστα δυναμέν̣[ων τῶν πολιτᾶν καὶ τῶν ξέ]-
νων ὑπ’ αὐτοῦ συ̣[λλεχθέντων, ποτὶ τοὺς ἐναντίους]
σ̣υσσ̣[τασ]άμεν[ος μάχαν ἰσχυρὰν κατὰ — — — — —]
20 οὐ μόνον [ε]ὐπ[ρεπῶς ἀγωνίσατο αὐτός, ἀλλὰ]
frg. II.21 καὶ τοὺ̣[ς] ὑπ’ | [αὐτὸν] τεταγμένους εὐθα[ρσεῖς]
[κ]ατεσ[κ]ε|[ύασ]ε, οὗ γενηθέντος συν[έπεσε]
[το]ὺς μ̣|[ὲν ἐ]ναν[τ]ίους ἀποστάντας τᾶς ἐ[πιβολᾶς]
[ἀπρ|άκτο]υς ἀ[π]ε[λ]θεῖν, ἁμὲ δὲ κινδυνεύον[τας]
25 [μετὰ τ]έκνων καὶ γυναικῶν τυχεῖν σωτηρί[ας],
[τό τε] περιπόλιον διετήρησε τῶι δάμωι· ἔν τε
[ταῖς ἀρχ]αῖς πάσαις φιλοδόξως ἀνέ-
[σ]τραπ[ται] κατὰ δύναμιν τὰν αὐτοῦ, τοῖς τε ἐν-
[τυγ]χά[ν]ουσι αὐτῶι τῶν πολιτᾶν καὶ τῶν παροί-
30 [κω]ν εἰς πάντα τὰ καλῶς ἔχοντα αὐτὸν ἐπιδι-
[δο]ὺς διατελεῖ· ὅπως οὖν καὶ ἁ κτοίνα ἁ Ποτι-
[δαι]έων φαίνηται εὐχάριστος οὖσα καὶ τιμοῦ-
σα τοῖς ἀξίους τῶν ἀνδρῶν καὶ παρεισχημέ-
νους χρείας ἐν ἀναγκαίοις καιροῖς, δεδό-
35 χθαι τᾶι κτοίναι ἐπαινέσαι καὶ στεφα[ν]ῶ-
σαι χρυσέωι στεφάνωι ἀπὸ χρυσῶν δέκ[α]
Παμφιλίδαν Ἰέρωνος Καρπαθιοπολίταν
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων δια[τε]-
λεῖ εἰς τὰν κτοίναν τὰν Ποτιδαιέων, καλέ[σαι]
40 δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ ἰεροθυτεῖο[ν]·
ὅπ̣ως δὲ καὶ στᾶλαι ἀγο̣[ρ]ασθῶντι δύο λ[ίθου]
Λαρτίου, εἰς ἃς ἀναγραφησεῖ τόδε τ[ὸ]
ψάφισμα, καὶ ἀνατεθῶντι, μία μὲν ἐμ Π[ορ]-
θμῶι ἐν τῶ<ι> ἰερῶι τοῦ Ποσειδᾶνος, μία [δὲ]
45 ἐν Ποτιδαίωι ἐν τῶι ἰερῶι τᾶς Ἀθάνας
[τ]ᾶς Λ[ι]νδίας, δότω ὁ ταμίας τὸ γενόμενον
[τ]έλε[σ]μα εἴς τε τὸν στέφανον καὶ τὰς
[σ]τάλας· ἑλέσθαι δὲ καὶ ἄνδρα, ὁ δὲ αἱρεθεὶς
[π]οιησάσθω τὰν αἴτησιν τοῦ στεφάνου
50 [κ]αὶ ἀνάθεσιν τᾶν σταλᾶν ἐν τῶι σύμπαντι
[δ]άμωι· αἱρέθηι Θεμιστόλας Τελεσάνδρου
[Κα]ρπαθιοπολίτας.
Search Help
Contact Us