[ ]
Karpathos Isl. — Porthmos — 155-153 BC — IG XII,1 1033+ — Syll.³ 570+ — RFIC 61 (1933) 379, IÏ
See also:
| frg. I.1 | ἐπ’ ἰερέως Πυθοδώρου, Πανά[μου ․․ ἔδοξε Ποτιδαιέων] |
| τ̣ᾶι κτοίναι, ἰεροθυτᾶν γνώμ[α· ἐπειδὴ Παμφιλίδας] | |
| [Ἰ]έρωνος Καρπαθιοπολίτας ἐ̣[ν μὲν τῶι πρόσθεν χρό]- | |
| νωι εὔνους ὑπάρχων̣ διε[τέλει πάντα τε λέγων καὶ] | |
| 5 | [π]ράσσω̣ν τὰ συ̣[μφέ]ροντ̣[α τᾶι κτοίναι τῶν Ποτι]- |
| δ̣αιέων̣, αἱρεθεὶς δ̣[ὲ] ὑπὸ [τᾶς κτοίνας ἐπιστάτας] | |
| [ἐ]φ’ ἕτη δύο τᾶς τ̣ε ὀχυρ[ώσιος ἁμῶν καὶ τοῦ] | |
| περι[πο]λίου προενόει π[αρεχόμενος πᾶσαν ἐκτέ]- | |
| ν̣ειαν καὶ κακοπαθίαν, [ἔν τε ταῖς γεγενημέναις] | |
| 10 | κ̣ρίσεσι καὶ τοῖς ἄλλο[ις καιροῖς πᾶσι φιλοδό]- |
| [ξ]ως ἀνεστράφη, ἐνσ̣[τάντος δὲ πολέμου ποτὶ] | |
| Κ̣ρηταιεῖς τῶι σύμπα̣[ντι δάμωι, ἐπιπλευσάντων] | |
| ἐπὶ τὰν νᾶσσον τῶν [ἐναντίων, φυλακὰς] | |
| διέθηκε εἰς τοὺς ἐν[καίρους τόπους, καὶ ἐπέτα]- | |
| 15 | ξ̣ε̣ ἐπ’ α̣ὐτῶν τοὺς ν[εωτέρους ἑτῶν ἑξήκοντα], |
| τά τε ὅπλα ἃ εἶχε ἐ[πέδωκε· αὐτὸς δὲ μετὰ τῶν] | |
| μάλιστα δυναμέν̣[ων τῶν πολιτᾶν καὶ τῶν ξέ]- | |
| νων ὑπ’ αὐτοῦ συ̣[λλεχθέντων, ποτὶ τοὺς ἐναντίους] | |
| σ̣υσσ̣[τασ]άμεν[ος μάχαν ἰσχυρὰν κατὰ — — — — —] | |
| 20 | οὐ μόνον [ε]ὐπ[ρεπῶς ἀγωνίσατο αὐτός, ἀλλὰ] |
| frg. II.21 | καὶ τοὺ̣[ς] ὑπ’ | [αὐτὸν] τεταγμένους εὐθα[ρσεῖς] |
| [κ]ατεσ[κ]ε|[ύασ]ε, οὗ γενηθέντος συν[έπεσε] | |
| [το]ὺς μ̣|[ὲν ἐ]ναν[τ]ίους ἀποστάντας τᾶς ἐ[πιβολᾶς] | |
| [ἀπρ|άκτο]υς ἀ[π]ε[λ]θεῖν, ἁμὲ δὲ κινδυνεύον[τας] | |
| 25 | [μετὰ τ]έκνων καὶ γυναικῶν τυχεῖν σωτηρί[ας], |
| [τό τε] περιπόλιον διετήρησε τῶι δάμωι· ἔν τε | |
| [ταῖς ἀρχ]αῖς πάσαις φιλοδόξως ἀνέ- | |
| [σ]τραπ[ται] κατὰ δύναμιν τὰν αὐτοῦ, τοῖς τε ἐν- | |
| [τυγ]χά[ν]ουσι αὐτῶι τῶν πολιτᾶν καὶ τῶν παροί- | |
| 30 | [κω]ν εἰς πάντα τὰ καλῶς ἔχοντα αὐτὸν ἐπιδι- |
| [δο]ὺς διατελεῖ· ὅπως οὖν καὶ ἁ κτοίνα ἁ Ποτι- | |
| [δαι]έων φαίνηται εὐχάριστος οὖσα καὶ τιμοῦ- | |
| σα τοῖς ἀξίους τῶν ἀνδρῶν καὶ παρεισχημέ- | |
| νους χρείας ἐν ἀναγκαίοις καιροῖς, δεδό- | |
| 35 | χθαι τᾶι κτοίναι ἐπαινέσαι καὶ στεφα[ν]ῶ- |
| σαι χρυσέωι στεφάνωι ἀπὸ χρυσῶν δέκ[α] | |
| Παμφιλίδαν Ἰέρωνος Καρπαθιοπολίταν | |
| ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων δια[τε]- | |
| λεῖ εἰς τὰν κτοίναν τὰν Ποτιδαιέων, καλέ[σαι] | |
| 40 | δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ ἰεροθυτεῖο[ν]· |
| ὅπ̣ως δὲ καὶ στᾶλαι ἀγο̣[ρ]ασθῶντι δύο λ[ίθου] | |
| Λαρτίου, εἰς ἃς ἀναγραφησεῖ τόδε τ[ὸ] | |
| ψάφισμα, καὶ ἀνατεθῶντι, μία μὲν ἐμ Π[ορ]- | |
| θμῶι ἐν τῶ<ι> ἰερῶι τοῦ Ποσειδᾶνος, μία [δὲ] | |
| 45 | ἐν Ποτιδαίωι ἐν τῶι ἰερῶι τᾶς Ἀθάνας |
| [τ]ᾶς Λ[ι]νδίας, δότω ὁ ταμίας τὸ γενόμενον | |
| [τ]έλε[σ]μα εἴς τε τὸν στέφανον καὶ τὰς | |
| [σ]τάλας· ἑλέσθαι δὲ καὶ ἄνδρα, ὁ δὲ αἱρεθεὶς | |
| [π]οιησάσθω τὰν αἴτησιν τοῦ στεφάνου | |
| 50 | [κ]αὶ ἀνάθεσιν τᾶν σταλᾶν ἐν τῶι σύμπαντι |
| [δ]άμωι· αἱρέθηι Θεμιστόλας Τελεσάνδρου | |
| [Κα]ρπαθιοπολίτας. |