[ ]
Rhodos Isl. — Lindos — 200-150 BC
a.1 | Πολυκρέων Ἁγησιστράτου |
τοῦ Πολυκρέοντος | |
νικάσας Νέμεα | |
ἀγενείους πάλαν. | |
b.1 | τὰμ βαρύχειρα πάλαν, Ζεῦ Ὀλύμπιε, σὸν κατ’ ἀγῶνα |
ἀπτῶτ’ ἀγγέλλω παῖδα κρατεῖν Ῥόδιον | |
Πολυκρέοντος υἱὸν Ἁγησίστρατον, | |
πρᾶτος ὃς ἀγαθέαι γέρας ὄλβιον ὤπασε Λίνδω[ι], | |
5 | ὦ ἄνα, Πισαίων εὖτ’ ἐκύρησ’ ἀέθλ[ων] |
τείνας ἐπὶ πλατεία̣ς̣ Ἄλι[δο]ς̣ χθ̣[ο]ν̣[ὸς] | |
τρισσούς. θεσπεσί[α δ]ὲ Ῥόδομ ποτὶ πατρίδα φάμα | |
ἵκετ’ ἀείμναστον χάρμα φέρουσα πόνων | |
ἐφ’ οἷς τὸ καλ[λ]ίνικον ἀεὶ σὸν κλέος. |