[ ]
Rhodos Isl. — Lindos — ca. 225 AD
1 | [κα]θαρ̣ο[ὺ]ς̣ π̣[αρίναι κατὰ ὑποκείμενα]· |
[π]εριραντηρίων εἴσω καὶ τῶν τοῦ ναοῦ [πυλῶν] | |
[ἴ]ναι ὅσιον φειδομένους ὁράσεως τέκνων βδ̣․․․· | |
[ἀ]πὸ παντὸς ἐναγοῦς, ἀνάγνου, ἀθέσμου, μὴ τὸ [σῶ]- | |
5 | μα μόνον ἀλλὰ καὶ τὴν ψυχὴν κεκαθαρμένου[ς]· |
[ὅ]πλα ἀρήια μὴ φέροντας· | |
αἰσθῆτας καθαρὰς ἔχοντας χωρὶς ἐπικρανίων· | |
ἀνυποδέτους ἢ ἐν λευκοῖς μὴ αἰγείοις ὑποδήμασι· | |
μηδέ τι αἴγιον ἔχοντας· | |
10 | μηδὲ ἐν ζώναις ἅμματα· |
[ἀ]πὸ φθορᾶς γυναικὸς ἢ κυνὸς ἢ ὄνου ἡμε(ρῶν) μ[αʹ]· | |
[ἀπὸ] διακορεύσεως μαʹ· | |
[ἀπ]ὸ κήδους οἰκίου μαʹ· | |
[ἀπὸ λ]ο̣ύσεως κήδους ζ· ἀπὸ ἰσόδου γ· | |
15 | [ἀπ]ὸ λέχους γ· λεχὼ καʹ· |
[ἀ]πὸ ․․ατ․․․․․ γ̣υνὴ σμησαμένη· | |
ἀπὸ [συ]νο[υ]σί[ας] λουσάμενος ἢ ἁγνισάμ[ενος]· | |
ἀπὸ κο[ι]νῆ[ς] ἡμε(ρῶν) α· | |
ἀπὸ τῶν παρανόμων οὐδέποτε καθαρός· | |
20 | ἰερεῖς, μολποί, μουσικοί, ὑμνῳδοί, ὑπηρέται, ἀπ[ὸ] |
τῶν ἀκουσίων πάντοτε καθαροί, τῷ ἰερῷ καθαρσίῳ | |
χρώμενοι. | |
τὰν ποτ’ Ὄλυμπον ἔβας ἀρεταφόρον εἴσιθι· τοιγὰρ | |
εἰ καθαρὸς βαίνις, ὦ ξένε, θαρραλέως, | |
25 | εἰ δέ τι πᾶμα φέρις, τὸν ἀπάμονα κάλλιπε ναόν· |
στείχε δ’ ὅπᾳ χρῄζις Παλλάδος ἐκ τεμένους. |