[ ] Rhodos Isl. — Lindos — early 3rd c. AD
1 Λίνδιοι καὶ οἱ μ[α]στ̣ρ̣ο[ὶ]
Εὐκράτην Ἀγλουδάμου
τὸν ἰερέα τῆς Ἀθήνας καὶ
τοῦ Διὸς τοῦ Πολιέως
5 καὶ Ἀρτέμιδος Κεκοίας καὶ
Διονύσου, καὶ ἐν τῇ μεγά-
λῃ πόλι πρυτανεύσαντα,
ταμιεύσαντα, θεσμο-
φυλακήσαντα, ἀντιτα-
10 {τα}μιεύσαντα {²6ἀντιταμιεύσαντα}²⁶, ἀγορανομή-
σαντα, σειτωνήσαντα, ἰερα-
σάμενον καὶ ἄλλας ἰερωσύ-
νας καὶ τῆς ἐν Καμείρῳ Ἑσ-
τίας καὶ τοῦ Διὸς τοῦ Τελείου,
15 πολλὰς πρεσβείας καὶ συνδικίας
κατορθώσαντα, εὐσεβείας εἵνεκα
καὶ φιλοτειμίας.
         θεοῖς.
Search Help
Contact Us