[ ] Rhodos Isl. — Lindos — bef. 20 AD
1 Λίνδιοι  ἐτίμασαν
Μελάνθιον Ζήνωνος καθ’ ὑοθεσίαν δὲ
           Ἰάσονος
ἐπαίνῳ, χρυσέῳ στεφάνῳ καὶ εἰκόνι χαλκέᾳ,
5 δεδώκαντι δὲ αὐτῷ καὶ ἀναγόρευσιν τᾶνδε
τᾶν τειμᾶν εἰς τὸν ἀεὶ χρόνον καὶ προεδρίαν
ἐν τοῖς ἀγῶσι καὶ σείτησιν ἐν ἰεροθυτείῳ καὶ
στεφαναφορίαν ἐν ταῖς παναγύρεσιν καθ’ ἕκαστ[ον]
ἐνιαυτὸν αἷς ἄγοντι Λίνδιοι καὶ τᾶν τειμᾶν
10 ἀναγόρευσιν εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς
καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας ἃν ἔχων
διατελεῖ εἰς τὸ πλῆθος τὸ Λινδίων καὶ εἰς τὸν
         σύνπαντα δᾶμον.
                      vacat
14                       θεοῖς.
Search Help
Contact Us