[ ]
Rhodos Isl. — Lindos — bef. 20 AD
| 1 | Λίνδιοι ἐτίμασαν |
| Μελάνθιον Ζήνωνος καθ’ ὑοθεσίαν δὲ | |
| Ἰάσονος | |
| ἐπαίνῳ, χρυσέῳ στεφάνῳ καὶ εἰκόνι χαλκέᾳ, | |
| 5 | δεδώκαντι δὲ αὐτῷ καὶ ἀναγόρευσιν τᾶνδε |
| τᾶν τειμᾶν εἰς τὸν ἀεὶ χρόνον καὶ προεδρίαν | |
| ἐν τοῖς ἀγῶσι καὶ σείτησιν ἐν ἰεροθυτείῳ καὶ | |
| στεφαναφορίαν ἐν ταῖς παναγύρεσιν καθ’ ἕκαστ[ον] | |
| ἐνιαυτὸν αἷς ἄγοντι Λίνδιοι καὶ τᾶν τειμᾶν | |
| 10 | ἀναγόρευσιν εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς |
| καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας ἃν ἔχων | |
| διατελεῖ εἰς τὸ πλῆθος τὸ Λινδίων καὶ εἰς τὸν | |
| σύνπαντα δᾶμον. | |
| vacat | |
| 14 | θεοῖς. |