[ ] Rhodos Isl. — Lindos — ca. 7 AD — IG XII,1 849 (= a)
a.1    [Λίνδιοι ἐτείμασαν]
 Ζήνωνα Μελανθίου
 καθ’ ὑοθεσίαν δὲ Ἁγησάρχου
ἐπαίνωι, χρυσέωι στεφά[νωι]
5    καὶ εἰκόνι χαλκέαι,
δεδώκαντι δὲ αὐτῷ καὶ
προεδρίαν ἐν τοῖς ἀγῶσι
  οὓς τίθεντι Λίνδιοι
καὶ σείτησιν ἐν ἰεροθυτεί[ωι]
10 καὶ στεφαναφορίαι ἐν ταῖς
παναγύρεσι καθ’ ἕκαστον ἐν[ιαυτ]ὸν
καὶ τᾶν τιμᾶν ἀναγορεύσε[ι]
     εἰς τὸν ἀεὶ χρόνον
εὐσεβείας ἕνεκα τᾶς ποτὶ τ[οὺς] θεοὺς
15 καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλ[οδο]ξίας
ἃν ἔχων διατελεῖ εἴς τε τὸ π[λῆθ]ος τὸ
Λινδίων καὶ εἰς τὸ<ν> σύνπαν[τα δ]μον.
b.1     [Λίνδιοι ἐτείμασαν]
[— — —]σ․․․․ Διονυσίου
[ἐπ]αίνωι, χ[ρυσέ]ωι στεφάνωι
     καὶ εἰκόνι χαλκέαι·
5     δεδώκαντι δὲ αὐτᾷ καὶ
   στεφαναφορίαν ἐν ταῖς
 παναγύρεσι καθ’ ἕκαστον ἐνιαυτὸν
  καὶ τᾶν τειμᾶν ἀναγορεύσει {ν} {²⁷ἀναγόρευσ{ε}ιν = ἀναγόρευσιν}²⁷
       εἰς τὸν ἀεὶ χρόνον
10 εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς
  καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας
    ἃν ἔχουσα διατελεῖ
   εἰς τὸ πλῆθος τὸ Λινδίων.
              vacat
14         Ἀθήναϊς Μύνδιος ἐποίησε.
Search Help
Contact Us