[ ] Rhodos Isl. — Lindos — 9 BC — IG XII,1 829a+
1 Νεικασίμαχον Δαρδάνου Βράσιο[ν]
   ἰερατεύ[σαντ]α Ἀθάνας Λινδίας καὶ Διὸς
    Πολιέως καὶ Ἀρτάμιτος Κεκοίας, καὶ
    ταμιεύσα[ντ]α, καὶ γενόμενον γραμματῆ
5   βουλᾶς, καὶ [π]ρυτανεύσαντα, καὶ πάντα
 πράξαντα τὰ συνφέροντα τῷ δάμῳ ἐν τῷ
  τᾶς ἀ[ρχᾶς χ]ρόνῳ, καὶ προφατεύσαντα,
 καὶ [γυμνασια]ρχήσαντα πρεσβύτερον, καὶ
   [ποιησάμ]ε[ν]ον τὰν θέσιν τοῦ ἐλαίου
10 [δωρεάν, καὶ ποι]ησάμενον καὶ τοῖς παισὶ τὰν
   [θέσιν τοῦ ἐλ]αίου, καὶ πρεσβεύσαντα
 πλ[ε]ο[νάκις, γεν]όμενον δὲ καὶ ἐν ἐπανγελίαις
 καὶ προ[ϊσφορα]ῖς, καὶ ἐπὶ πᾶσι τούτοις στεφα-
     νωθέντα [ὑ]πὸ τᾶν βουλᾶν πλεονάκις
15     χρυσέοις [στ]εφάνοις καὶ προσώπων ἀργυρέων
  ἀναθέσεσι, ἀν[α]θεισᾶν δὲ ὑπὲρ αὐτοῦ τᾶν βουλᾶν
   καὶ ἀνδριάντας χαλκέους, στεφανωθέντα δὲ
   καὶ ὑπὸ μαστρῶν πλεονάκις, τιμαθέντα δὲ
καὶ ὑπὸ τοῦ δάμου τοῦ Βρασίων· τοὶ ἰερεῖς καὶ
20     ὁ ἀρχιεροθύτας καὶ τοὶ ἰεροθύται τὸν ἰερῆ
    τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ
      Πολιέως, εὐνοίας ἕνεκα καὶ δικαιοσύνας
     καὶ φιλοδοξίας τᾶς εἰς αὐτούς.
                 θεοῖς.
Search Help
Contact Us