{²titulus a sinistra (384a) deest}² | |
1 | [Γ(άιον) Ἰούλι]ον Φιλοκράτους υἱὸν Κυ[ρ]ε[ί]να |
[Δάρδαν]ον καθ’ ὑοθεσίαν δὲ Νεικασ[ιμά]χου | |
Βράσιον | |
[τειμαθέντα ὑπό] τε τοῦ σύνπαν[το]ς δάμου ἐπαίνῳ καὶ πά[σαις] ταῖς | |
5 | [τειμαῖς καὶ ὑπ]ὸ Λινδίων καὶ Ἰαλυσίων δίς, καὶ ὑπὸ Ἰαλυσ[ίω]ν τῶν |
[Ἐρεθειμιαζόν]των δίς, καὶ ὑπὸ Καμειρέων, καὶ ὑπὸ Χερσ[ον]ασ- | |
[σιτᾶν, καὶ γυμνασ]ιαρχήσαντα νεωτέρων, καὶ ποιησάμενον | |
[τὰν θέσιν τοῦ ἐλαί]ου ἐκ τῶν ἰδίων ἐπὶ ὅλον τὸν ἐν<ι>αυτόν, [καὶ] | |
[ἀποκομισθέντα ἰ]ς Ῥώμαν ποτὶ τοὺς Σεβαστοὺς δωρεὰν καὶ | |
10 | [ποτὶ τοὺς ὑπάτ]ους καὶ στραταγοὺς Ῥωμαίων καὶ ἐπιτρόπους, |
[ἀποσταλέντα πρεσβευτὰ]ν ἴς τε Ἀχαίαν καὶ Ἀσίαν καὶ Λυκίαν πλεονάκις, | |
[καὶ ἐπὶ τῶν] ἀποκριμ[ά]των ἀξιωθέντα, γενόμενον δὲ καὶ | |
[ἀγωνοθέταν ἰς τὸν] ἀγόμενον ἀγῶνα ἐν Νεαπόλει καὶ ἐν ἐπανγελί- | |
[αις καὶ προϊσφ]οραῖς παρά τε τᾷ κοινᾷ πόλει καὶ παρὰ Λινδίοις. | |
15 | [τοὶ κατοικεῦ]ντες ἐν Λινδίᾳ πόλι καὶ γεωργεῦντες |
[καὶ] ἀρεῦντες ἐν τᾷ Λινδίᾳ φιλοδοξίας καὶ δικαι- | |
[οσύνας ἕ]νεκα. θεοῖς. |
Lindos II
384b