[ ] Rhodos Isl. — Lindos — ca. 25 BC
a.1      Λίνδιοι ἐτείμασαν
    Λαφείδη Ἰεροκλεῦς
καθ’ ὑοθεσ[ία]ν δὲ [Ἀστυμήδε]υς.
b.1 Λίνδιοι ἐτείμασαν Ἰεροκλῆ Λαφείδευς
ἐπαίνῳ, χρυσέωι στεφάνωι, εἰκόνι χαλκέαι,
δεδώκαν[τι] δὲ αὐτῶι καὶ ἀναγόρευσιν τᾶνδε τᾶν τιμᾶν
εἰς τὸν ἀεὶ χρόνον καθ’ ἕκαστον ἐν[ιαυτὸν ἐ]ν ταῖς παναγύρεσι
5 αἷς [ἄ]γοντι Λίνδιοι εὐσεβεία[ς ἕνεκα τᾶς] ποτὶ τοὺς θεοὺς
[καὶ ἀρετᾶς καὶ εὐνοίας καὶ φιλοδοξίας ἃν ἔχ]ων διετέλει
[εἰς τὸ πλῆθος τὸ Λινδίων καὶ εἰς τὸν σύνπαντα δᾶμο]ν.
Search Help
Contact Us