[ ]
Rhodos Isl. — Lindos — ca. 50 BC
1 | Λίνδιοι ἐτίμασαν |
Εὐπόλεμον Εὐπολέμου | |
τοῦ Εὐπολέμου | |
ἐπαίνωι, χρυσέωι στεφάνωι καὶ | |
5 | εἰκόνι χαλκέαι, |
δεδώκει δὲ αὐτῶι καὶ προεδρίαν | |
ἐν τοῖς ἀγῶσι οὓς τίθεντι Λίνδιοι | |
καὶ σίτησιν ἐν ἰεροθυτείωι καὶ | |
στεφαναφορίαν ἐν ταῖς παναγύρεσι | |
10 | καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τᾶνδε τᾶν |
τιμᾶν ἀναγόρευσιν εἰς τὸν ἀεὶ χρόνον | |
εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς | |
καὶ ἀρετᾶς καὶ εὐνοίας ἃν ἔχων | |
διατελεῖ εἴς τε Λινδίους καὶ τὸν σύνπαντα | |
15 | δᾶμον. |
[Ἀνδραγόρ]ας Ἀνδραγόρα Ῥόδιος ἐποίησε. |