[ ] Rhodos Isl. — Lindos — ca. 50 BC
1    Λίνδιοι ἐτίμασαν
 Εὐπόλεμον Εὐπολέμου
     τοῦ Εὐπολέμου
ἐπαίνωι, χρυσέωι στεφάνωι καὶ
5        εἰκόνι χαλκέαι,
 δεδώκει δὲ αὐτῶι καὶ προεδρίαν
  ἐν τοῖς ἀγῶσι οὓς τίθεντι Λίνδιοι
 καὶ σίτησιν ἐν ἰεροθυτείωι καὶ
 στεφαναφορίαν ἐν ταῖς παναγύρεσι
10  καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τᾶνδε τᾶν
 τιμᾶν ἀναγόρευσιν εἰς τὸν ἀεὶ χρόνον
εὐσεβείας ἕνεκα τᾶς ποτὶ τοὺς θεοὺς
 καὶ ἀρετᾶς καὶ εὐνοίας ἃν ἔχων
διατελεῖ εἴς τε Λινδίους καὶ τὸν σύνπαντα
15             δᾶμον.
[Ἀνδραγόρ]ας Ἀνδραγόρα Ῥόδιος ἐποίησε.
Search Help
Contact Us