[ ] Rhodos Isl. — Lindos — ca. 100 BC
a.1    Λίνδιοι ἐτίμασαν
  Ζηνόδοτον Διοφάντου
     Λινδοπολίταν
ἐπαίνωι καὶ χρυσέωι στεφάνωι καὶ
5       εἰκόνι χαλκέαι καὶ
  προεδρίαι ἐν τοῖς ἀγῶσι
     οὓς τίθεντι Λίνδιοι καὶ
  σιτήσει ἐν ἰεροθυτείωι καὶ
στεφαναφορίαι ἐν ταῖς παναγύρεσι καὶ
10   καθ’ ἕκαστον ἐνιαυτὸν
  τᾶν τιμᾶν ἀναγορεύσει
εὐσεβείας ἕνεκα τᾶς
   ποτὶ τοὺς θεοὺς καὶ
  ἀρετᾶς καὶ εὐνοίας
15 ἃν ἔχων διατελεῖ καὶ
 εἰς τὸ Λινδίων πλῆθος καὶ
 τὸν σύνπαντα δᾶμον.
          vacat
18 Ἐπίχαρμος Σολεὺς ὧι ἁ ἐπιδαμία δέδοται
καὶ Ἐπίχαρμος Ἐπιχάρμου Ῥόδιος ἐποίησαν.
b.1   Λίνδιοι ἐτίμασαν
 Ζηνόδοτον Διοφάντου
       τοῦ Ζηνοδότου
       Λινδοπολίταν
5  ἐπαίνωι καὶ χρυσέωι στεφάνωι καὶ
    εἰκόνι χαλκέαι καὶ
  προεδρίαι ἐν τοῖς ἀγῶσι
   οὓς τίθεντι Λίνδιοι καὶ
 σιτήσει ἐν ἰεροθυτείωι καὶ
10  στεφαναφορίαι ἐν ταῖς παναγύρεσι καὶ
   καθ’ ἕκαστον ἐνιαυτὸν
   τᾶν τιμᾶν ἀναγορεύσει
 εὐσεβείας ἕνεκα τᾶς
   ποτὶ τοὺς θεοὺς καὶ
15   ἀρετᾶς καὶ εὐνοίας
 ἃν ἔχων διατελεῖ καὶ
@@EI)S TO\ *LINDI/WN PLH=QOS KAI\
  τὸν σύνπαντα δᾶμον.
               vacat
19 Χαρμόλας καὶ Μηνόδοτος Ἀρτεμιδώρου
20            Τύριοι ἐποίησαν.
Search Help
Contact Us