[ ]
Rhodos Isl. — Lindos — 169 BC
1 | Τίμαρχος Ἀρίστωνος |
τιμαθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Αἰτωλῶν | |
ἐπαίνωι, χρυσέωι στεφάνωι, εἰκόνι, | |
πολιτείαι ἀρετᾶς ἕνεκα καὶ δικαιοσύνας, | |
5 | καὶ ὑπ’ Ἀργείων ἐπαίνωι, χρυσέωι στεφάνωι, |
εἰκόνι ἀρετᾶς ἕνεκα, καὶ ὑπὸ Δελφῶν | |
δάφνας στεφάνωι τῶι παρὰ τοῦ θεοῦ | |
καὶ χρυσέωι ἀρετᾶς ἕνεκα καὶ εὐσεβείας, | |
καὶ ἐπιστατήσας | |
10 | ἐπ’ ἰερέως τᾶς Ἀθάνας Φιλοδάμου |
τοῦ Ἀριστοβούλου, | |
[ὑ]πὲρ αὑτοῦ καὶ τῶν συνστρατευσαμένων | |
[Ἀ]θάναι Λινδίαι, Διὶ Πολιεῖ, Ἀπόλλωνι. |