[ ] Rhodos Isl. — Lindos — 169 BC
1     Τίμαρχος Ἀρίστωνος
τιμαθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Αἰτωλῶν
ἐπαίνωι, χρυσέωι στεφάνωι, εἰκόνι,
 πολιτείαι ἀρετᾶς ἕνεκα καὶ δικαιοσύνας,
5 καὶ ὑπ’ Ἀργείων ἐπαίνωι, χρυσέωι στεφάνωι,
 εἰκόνι ἀρετᾶς ἕνεκα, καὶ ὑπὸ Δελφῶν
δάφνας στεφάνωι τῶι παρὰ τοῦ θεοῦ
 καὶ χρυσέωι ἀρετᾶς ἕνεκα καὶ εὐσεβείας,
         καὶ ἐπιστατήσας
10 ἐπ’ ἰερέως τᾶς Ἀθάνας Φιλοδάμου
         τοῦ Ἀριστοβούλου,
[ὑ]πὲρ αὑτοῦ καὶ τῶν συνστρατευσαμένων
[Ἀ]θάναι Λινδίαι, Διὶ Πολιεῖ, Ἀπόλλωνι.
Search Help
Contact Us