[ ]
Rhodos Isl. — Lindos — ca. 200-170 BC
1 | παῦρομ μὲγ γυίοισιν ἀτὰρ βεβριθότα πάντ<α>ι, |
Λυσία, Ἀλκείδαν τεῦξας ἐπιπρεπέως | |
οἰνοβαρῆ πεπτῶτα δορᾶς ἐφύπερθε λέοντος | |
Λινδούχωι δῶρομ προσφιλὲς ἐγρεμάχαι, | |
5 | ἔκγονε Πυρράνδροιο· σὲ δ’ ἐμ πλάσταις ἀρίσαμον |
ἁ πολυαύχητος πατρὶς ἔδειξε Χῖος. |