[ ]
Rhodos Isl. — Lindos — ca. 200-170 BC
| 1 | παῦρομ μὲγ γυίοισιν ἀτὰρ βεβριθότα πάντ<α>ι, |
| Λυσία, Ἀλκείδαν τεῦξας ἐπιπρεπέως | |
| οἰνοβαρῆ πεπτῶτα δορᾶς ἐφύπερθε λέοντος | |
| Λινδούχωι δῶρομ προσφιλὲς ἐγρεμάχαι, | |
| 5 | ἔκγονε Πυρράνδροιο· σὲ δ’ ἐμ πλάσταις ἀρίσαμον |
| ἁ πολυαύχητος πατρὶς ἔδειξε Χῖος. |