[ ] Rhodos Isl. — Lindos — ca. 180-170 BC
1 [Ἥ]μερον Παυσανία
  ἰεροταμιεύσαντα καὶ ταμιεύσαντα
  καὶ στραταγήσαντα ἐπὶ τᾶς χώρας
  Ε̣ὐφράνωρ καὶ Ἄνδρων Ἡραγόρα
5   Ἀλέξανδρος Ἀριστομάχου
  Κλεῖνος Νικία
  Ἁγησιάνα̣ξ Τελεσικράτευς
Φιλίσκος Ἀριστομήδευς
  Πολύχαρμος Ἀριστομήδευς
10   Τιμοκράτης Ἁγήνακτος
    ἰεροταμιεύσαντες
  ὑ̣πὲρ τοῦ συνάρχοντος Ἡμέρου
        καὶ γραμματεὺς
  Ἀριστώνυμος Δεξιβούλου
15  Ἀ̣θάναι Λινδίαι καὶ Διὶ Πολιεῖ.
          vacat
16 [Θέ]ων Ἀντιοχεὺς ὧι ἁ ἐπιδαμία δέδοται ἐποίησε.
Search Help
Contact Us