A.1
|
[ἐ]π’ ἰερέως Τεισύλ[ου τοῦ Σωσικράτευς, Ἀρτα]μιτίου δωδεκάται ἔδοξε μαστροῖς καὶ Λινδίο[ις]·
|
|
[Ἁ]γησίτιμος Τιμαχίδα Λ[ινδοπολίτας εἶπε· ἐπεὶ τὸ ἰερὸ]ν τᾶς Ἀθάνας τᾶς Λινδίας ἀρχαιότατόν τε καὶ ἐντιμό[τα]-
|
|
τον ὑπάρχον πολλοῖς κ[αὶ καλοῖς ἀναθέμασι ἐκ παλαιοτ]άτων χρόνων κεκόσμηται διὰ τὰν τᾶς θεοῦ ἐπιφάνειαν,
|
|
συμβαίνει δὲ τῶν ἀνα[θεμάτων τὰ ἀρχαιότατα μετὰ τᾶν ἐ]πιγραφᾶν διὰ τὸν χρόνον ἐφθάρθαι, τύχαι ἀγαθᾶι δεδόχθαι
|
5
|
[μ]αστροῖς καὶ Λινδίοις κυρ[ωθέντος τοῦδε τοῦ ψαφίσματος ἑλέ]σθαι ἄνδρας δύο, τοὶ δὲ αἱρεθέντες κατασκευαξάντω στάλαν
|
|
[λ]ίθου Λαρτίου καθ’ ἅ κα ὁ ἀρχ[ιτέκτων γράψηι καὶ ἀναγραψάντ]ω εἰς αὐτὰν τόδε τὸ ψάφισμα, ἀναγραψάντω δὲ ἔκ τε τᾶν
|
|
[ἐπ]ιστολᾶν καὶ τῶν χρηματ[ισμῶν καὶ ἐκ τῶν ἄλλων μαρτυρί]ων ἅ κα ἦι ἁρμόζοντα περὶ τῶν ἀναθεμάτων καὶ τᾶς ἐπιφανείας
|
|
[τ]ᾶς θε<ο>ῦ ποιούμενοι τὰν ἀ[ναγραφὰν παρεόντος καὶ τοῦ γρ]αμματέως τῶν μαστρῶν τοῦ νῦν ἐν ἀρχᾶι ἐόντος, τοὶ δὲ ἰεροτα-
|
|
μίαι τελεσάντω τοῖς αἱρεθεῖσι [τέλεσμα εἰς τὰν κατασκευὰν τᾶ]ς στάλας καὶ τὰν ἀναγραφὰν μὴ πλεῖον οὗ ἀποφαίνεται Πυργο-
|
10
|
τέλης ὁ ἀρχιτέκτων δραχμᾶν διακοσιᾶν· [ἀποδειξάντω δὲ τόπον ἐν] τῶι ἰερῶι τᾶς Ἀθάνας τᾶς Λινδίας ἐν ὧι σταθησεῖ ἁ στάλα τοὶ ἐπιστάται
|
|
ἐν τῶι εἰσιόντι Ἀγριανίωι. ὅ,τι δέ κά τις μὴ ποιήσηι [τ]ῶν [ἐν τῶιδε τῶι] ψαφίσματι γ[ε]γραμμένων, ἀποτεισάτω ἰερὰς Ἀθάνας Λινδίας δραχμὰς
|
|
πεντακοσίας. ἁρέθεν Θαρσαγόρας Στράτου Λαδά[ρμιος καὶ] Τιμαχίδας Ἁγησιτίμου Λινδοπολίτας.
|
col. B.1
|
τοίδε ἀνέθηκαν τᾶι Ἀθάναι·
|
|
(I) Λίνδος φιάλαν, ἃν οὐδεὶς ἐδύνατο γνώμειν
|
|
ἐκ τίνος ἐστί, ἐφ’ ἇς ἐπεγέγραπτο· "Λίνδος
|
|
Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὡ[ς] ἱστορεῖ Γόρ-
|
5
|
γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γορ[γ]οσθένης ὁ ἰε-
|
|
ρεὺς τᾶς Ἀθάνας ἐν τᾶι ποτὶ τὰν βουλὰν ἐπι-
|
|
[στ]ολᾶι, Ἰερόβουλος ἰερεὺς καὶ αὐτὸς ὑπάρ-
|
|
χω[ν] ἐν τᾶι ποτὶ τοὺς μαστροὺς ἐπιστολᾶι.
|
|
—————
|
9
|
(II) Τελχεῖνες κροσόν, ὃν οὐδεὶς ἐδύνατο
|
10
|
ἐπιγ[νώμειν ἐκ] τίνος ἐστί, ἐφ’ οὗ ἐπεγέγρα-
|
|
πτο· "Τελχε[ῖν]ες Ἀθάναι Πολιάδι καὶ Διὶ Πο-
|
|
λιεῖ δεκάταν τῶν ἔργων", ὡς ἀποφαίνεται
|
|
Γόργων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γοργοσθένης
|
|
ἐν τᾶι ἐπιστολᾶ[ι], Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
15
|
(III) Κάδμος λέβητα χά[λ]κεον φοινικικοῖς γράμμα-
|
|
σι ἐπιγεγραμμένον, ὡς ἱστορεῖ Πολύζα-
|
|
λος ἐν τᾶι δ τᾶν ἱστοριᾶν.
|
|
—————
|
18
|
(IV) Μίνως ἀργύρεον ποτήριον, ἐφ’ οὗ ἐπεγέγρα-
|
|
πτο· "Μίνως Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὥς φατι
|
20
|
Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος,
|
|
Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης
|
|
ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
23
|
(V) Ἡρακλῆς γέρρα δύο, τὸ μὲν ἓν περιεσκυτωμέ-
|
|
νον, τὸ δὲ κατακεχαλκωμένον, ὧν ἐπὶ μὲν τοῦ
|
25
|
ἐσκυτωμένου ἐπεγέγραπτο· "Ἡρακλῆς ἀπὸ
|
|
Μερόπων τὰν Ε[ὐ]ρυπύλου", ἐπὶ δὲ τοῦ κατακε-
|
|
χαλκωμένου· "τὰν Λαομέδοντος Ἡρακλῆς ἀ-
|
|
πὸ Τεύκρων Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ",
|
|
ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς
|
30
|
χ[ρ]ονικᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν
|
|
περὶ Ῥόδου, Νικασύλος ἐν τᾶι γʹ τᾶς χρονι-
|
|
κᾶς συντάξιος, Ἡγησίας ἐν τῶι Ῥόδου ἐνκω-
|
|
μίωι, Αἰέλουρος ἐν τῶι περὶ τοῦ ποτὶ τοὺς
|
|
Ἐξαγιάδας(?) πολέμου, Φάεννος ἐν τῶι περὶ
|
35
|
Λίνδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι,
|
|
Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
37
|
(VI) Τλαπόλεμος φιάλαν, ἐφ’ ἇς ἐπεγέγραπτο·
|
|
"Τλαπόλεμος Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ
|
|
εὐχάν", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ
|
40
|
Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι,
|
|
[Ἰ]ερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
[—————]
|
42
|
(VII) [Ῥῆσ]ος χρύσεον ποτήριον, ἐφ’ [οὗ] ἐπεγ[έγραπτο]·
|
|
["Ῥήσου] παραθήκα· λαβέτω ὅ[ς κα — — — — — — — —]α
|
|
․․․․․12․․․․․#⁷#⁷#⁷#⁷[— — — — —, ὡς ἀπ]οφαί-
|
45
|
[νεται ὁ δεῖνα — — — — — — —, Ἰέρ]ων δὲ
|
|
[․․․․․12․․․․․] τᾶν περὶ Ῥόδ[ου φατὶ μετ]ὰ̣ τοῦ
|
|
[ποτηρίου κ]α̣ταθέσθαι αὐτὸν καὶ παῖδα Θρᾶικα.
|
|
—————
|
48
|
(VIII) [Τήλ]εφος φιάλαν χρυσόμφαλον, ἐφ’ ἇς ἐπεγέ-
|
|
[γρ]απτο· "Τήλεφος Ἀθάναι ἱλατή[ρι]ον, ὡς ὁ Λύκιος
|
50
|
Ἀπόλλων εἶπε". περὶ τούτων ἱστ[ορ]εῖ Ξεναγόρας
|
|
ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος, Γόργων
|
|
ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐ-
|
|
πιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπ[ιστολᾶι].
|
|
—————
|
54
|
(IX) τοὶ μετὰ Τλαπολέμου εἰς Ἴλιον [στρατευσά]-
|
55
|
μενοι ἀσπίδας ἐννῆ, ἐνχειρίδια [ἐννῆ, κυνᾶς]
|
|
ἐννῆ, κναμίδων ζεύγη ἐννῆ· ἐ[πεγέγραπτο]
|
|
δὲ ἐπὶ τᾶν ἀσπίδων· "τοὶ μετ[ὰ Τλαπολέμου]
|
|
εἰς Ἴλιον στρατευσάμενοι τ[ᾶι Ἀθάναι τᾶι]
|
|
Λινδίαι ἀκροθίνια τῶν ἐκ Τρο[ίας", ὥς φατι Γόρ]-
|
60
|
γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γ[οργοσθένης]
|
|
ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος [ἐν τᾶι ἐπιστολᾶι].
|
|
—————
|
62
|
(X) Μενέλαος κυνᾶν, ἐφ’ ἇς ἐπεγέγρ[απτο]·
|
|
"Μενέλας τὰν Ἀλεξά[ν]δρου", ὡς ἱ[στορεῖ Ξεναγό]-
|
|
ρας ἐν τᾶι α τᾶς χ[ρονικ]ᾶς συντ[άξιος, Ἡγησίας]
|
65
|
ἐν τῶι Ῥόδου ἐγκωμίω[ι, Ε]ὔδημος ἐν τ[ῶι] Λινδια-
|
|
κῶι, Γόργων ἐν τᾶι α τᾶ[ν] περὶ Ῥόδου, Γοργοσθέ-
|
|
νης ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπισ-
|
|
τολᾶι. Θεότιμος <δ>ὲ λέγει ἐν τᾶι α τᾶν κατὰ Αἰε-
|
|
λούρου ἀναθέμειν αὐτὸν καὶ ἐγχειρίδιον.
|
|
—————
|
70
|
(XI) Ἑλένα ψελίων ζεῦγος, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἑλένα
|
|
Ἀθάναι", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο-
|
|
σθένης ἐ[ν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
73
|
(XII) Κάνωπος ὁ [Μ]ενελάου κυβερνάτας οἴακας, ἐφ’ ὧ[ν]
|
|
ἐπεγέγρα[π]το· "Κάνωπος τᾶι Ἀθαναίαι καὶ Ποτειδᾶνι",
|
75
|
ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι-
|
|
κᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο-
|
|
σθένης ἐν τᾶι ἐπισ[τ]ολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
78
|
(XIII) Μηριόνης φαρέτραν ἀργ[υ]ρέαν, ἐφ’ ἇς ἐπεγέγραπτο·
|
|
"[Μ]ηριόνης Μόλου υἱὸς ἀ[κρο]θίνια τῶν ἐκ Τροίας", ὥς
|
80
|
φατι Γόργων ἐν τᾶι [α τ]ᾶν περὶ Ῥόδου, Γοργοσθένης
|
|
[ἐν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι.
|
|
—————
|
82
|
(XIV) [Τε]ῦκρος φαρέτραν, ἐφ’ ἇς ἐπεγέγραπτο· "Τεῦ[κρ]ος
|
|
τὰν Πανδάρου", ὡς ἱστορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρο-
|
|
[νικ]ᾶς συντά[ξι]ος, [Γόργ]ων ἐν τᾶι α τᾶν π[ερ]ὶ Ῥό[δου],
|
85
|
Γοργοσθένης ἐν τᾶι ἐπιστο[λᾶι, Ἰερ]όβουλος ἐν
|
|
τᾶι ἐπιστολᾶι. Θεότιμος δὲ [ἐ]ν [τᾶι α τᾶ]ν κατὰ Αἰε-
|
|
λούρου φατὶ ἀναθέμειν αὐτὸ[ν καὶ τό]ξον.
|
|
—————
|
88
|
(XV) τᾶν φυλᾶν ἑκάστα πίνακα [παναρχ]αϊκόν, ἐν ὧι ἦν
|
|
ἐζωγραφημένος φύλαρχος καὶ δρομεῖς ἐννῆ
|
90
|
πάντες ἀρχαϊκῶς ἔχοντες τοῖς <σ>χήμασι, ὧν ἑκά-
|
|
στου ἐπεγέγραπτο τ[ᾶ]ι εἰκόνι τὸ ὄνομα, κ[αὶ] ἐ-
|
|
πὶ μὲν τοῦ ἑνὸς τῶν π[ιν]ά[κ]ων ἐπεγέγραπτο·
|
|
"Ἁλιαδᾶν φυλὰ νικάσ[ασ’ ἀν]έθηκε τᾶι Λινδίαι
|
|
Ἀθάναι", ἐφ’ ἑτέρου δέ· "Νίκας τόδ’ ἐστὶ σᾶμα· τῶν
|
95
|
Αὐτοχθόνων φυλὰ κρατήσασ’ ἀγλάϊ<ξ>ε τὰν θεόν",
|
|
ἐπὶ δὲ τοῦ τρίτου· "Τελχείνων φυλὰ νικῶσ’ ἀνέθ[η]-
|
|
κεν Ἀθάναι, Λυκωπάδας δέ ὁ Λυγκέως παῖς ἐλαμ-
|
|
παδάρχει". περὶ τούτων ἱστορεῖ Γόργων ἐν τᾶι α
|
|
τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς
|
100
|
συντάξιος.
|
|
—————
|
101
|
(XVI) Ἀρετάκριτος καὶ τοὶ υἱοὶ ἐχινέαν, ἃ τὸν πυθμέ-
|
|
να κρατῆρος εἶχε, καὶ ἐπὶ μὲν τοῦ χείλευς
|
|
αὐτᾶς ἐπεγέγρα[πτ]ο· "παλτοῦ Ἄδραστος
|
|
ἔθηκε ἆθλον ἐπ’ Αἰγιαλεῖ", ἐπὶ δὲ τοῦ πυθμέ-
|
105
|
νος· "Ἄρετος καὶ παῖδες Ἀθαναίαι Λινδίαι
|
|
δεκάταν ναὸς τᾶς ἐκ Κρήτας", ὡς ἀποφαί-
|
|
νεται Ξεναγόρας ἐν τᾶι α̣ τᾶς χρονικᾶ[ς]
|
|
συντάξιος, [Γό]ργων ἐν τᾶι β περὶ Ῥό[δου].
|
|
—————
|
109
|
(XVII) Λινδίων τοὶ μετὰ τῶν Πάγκιος παίδων
|
110
|
Κυράναν οἰκίξαντες σὺν Βάττωι Π[α]λλά-
|
|
δα καὶ λέοντα ὑ[πὸ] Ἡρακλεῦς πνιγόμ[ενον],
|
|
ταῦτα δ’ ἦν λώτ[ι]να, ἐφ’ ὧν [ἐ]πεγ[έ]γρα[πτο]·
|
|
"Λινδίων τοὶ μ[ε]τὰ τῶν Πάγκιος παίδων
|
|
Κυράναν κτίσαντες σὺν Βά[τ]τω[ι] Ἀθαναί-
|
115
|
αι καὶ Ἡρακλεῖ [δ]εκά[ταν ἀπὸ] λαίας ἃν ἔλ[α]-
|
|
βον ἀ[πὸ ․․․․Ι․․․․Σ․․Ι]ων", ὥς φατι Ξενα-
|
|
γόρας [ἐ]ν [τᾶι α τᾶς] χρονικᾶς συντάξιος.
|
|
—————
|
|
{²in capitulis XVIII-XXII paucae litterae dispiciuntur:}²
|
126
|
Γόργω[ν — — — — — — — — — — — — — — — — —]
|
|
|
144
|
Γόργ[ων — — — — — — — — — — — — — — — — —]
|
col. C.1
|
(XXIII) τοὶ μετὰ Κλευβούλου στρατεύσαντες εἰς Λυκίαν
|
|
ἀσπίδας ὀκτὼ καὶ τῶι ἀγάλματι στεφάναν χρυσέαν,
|
|
ὡς ἱστορεῖ Τιμόκριτος ἐν τᾶ<ι> α τᾶς χρο-
|
|
νικᾶς συντάξιος, Πολύζαλος ἐν τᾶι δ
|
5
|
τᾶν ἱστοριᾶν.
|
|
—————
|
6
|
(XXIV) Φασηλῖται κράνη καὶ δρέπανα, ἐφ’ ὧν ἐπε-
|
|
γέγραπτο· "Φασηλῖται ἀπὸ Σολύμων τᾶι Ἀθα-
|
|
ναίαι τᾶι Λινδίαι, Λακίου τοῦ οἰκιστᾶ ἁγευμέ-
|
|
νου", <ὡ>ς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α
|
10
|
τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
11
|
(XXV) Γελῶιοι κρατῆρα μέγα[ν], ὃς ταύταν εἶχε τὰν
|
|
ἐπιγραφάν· "Γελῶιοι τᾶ[ι] Ἀθαναίαι τᾶι Πα-
|
|
τρώιαι ἀκροθίνιον ἐξ Ἀριαίτου", ὥς φατι Ξε-
|
|
ν[α]γόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
15
|
(XXVI) Ἀμφίνομος καὶ τοὶ υἱοὶ βοῦν ξυλίναν καὶ μόσ-
|
|
χον, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἀμφίνομος καὶ παῖδες
|
|
ἀπ’ εὐρυχόρου Συβάρειος ναὸς σωθείσας τάνδ’ ἀ-
|
|
νέθεν δεκάταν", ὡς ἱστορεῖ Γόργων ἐν τᾶι β
|
|
τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι-
|
20
|
κᾶς συντάξιος.
|
|
—————
|
21
|
(XXVII) Φάλαρις ὁ Ἀκραγαντίνων τυραννεύσας κρατῆ-
|
|
ρα οὗ ἐτετόρευτο ἐν μὲν τῶι ἑτέρωι μέρει Τιτανο-
|
|
μαχία, ἐν δὲ τῶι ἑτέρωι Κρόνος λαμβάνων παρὰ
|
|
Ῥέας τὰ τέκνα κ[α]ὶ κ[α]ταπείνων, καὶ ἐπὶ μὲν τοῦ
|
25
|
χείλευς ἐπεγέ[γρ]αττο· "Δαίδαλο[ς] ἔδωκε ξείνι-
|
|
όν με Κωκάλωι", [ἐπ]ὶ δὲ τᾶς βάσιος· "Φάλαρις ἐξ Ἀ-
|
|
κράγαντος τᾶ[ι Λι]νδ[ί]αι Ἀθάναι", ὡς ἀποφαίνεται
|
|
Ξεναγόρας ἐν τ[ᾶι] α τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
29
|
(XXVIII) Δεινομένης ὁ Γέλωνος καὶ Ἰέρωνος καὶ Θρα-
|
30
|
συβούλου καὶ Π[ο]λυζάλου πατὴρ Λίνδιος ὑπάρχων
|
|
καὶ συνοικίξα[ς] Γέλαν μετὰ Ἀντιφάμου Γοργόνα
|
|
κυπαρισσίναν [λ]ίθινον ἔχουσαν τὸ πρόσωπον, ἐφ’ ἇς
|
|
ἐπεγέγραπτο· "Δεινομένης Μολοσσοῦ [ἀνέθηκ]ε
|
|
τᾶι Ἀθαναίαι τᾶι Λινδίαι τῶν ἐκ Σικελίας [δεκάτ]αν", ὡς
|
35
|
ἱστορεῖ Ξενα[γ]όρας ἐν τᾶι α τᾶς χρονικ[ᾶς συ]ντάξιος.
|
|
—————
|
36
|
(XXIX) Ἄμασις Αἰγυπτίων βασιλεὺς θώ[ρακ]α λίνεον,
|
|
οὗ ἑκάστα [ἁρ]πεδόνα εἶχε στά[μον]ας τξ,
|
|
περὶ οὗ μ[αρτ]υρεῖ Ἡρόδοτος [ὁ Θ]ούριος ἐν τᾶι β
|
|
τᾶν ἱστο[ρι]ᾶ[ν, Πολύζαλος ἐ]ν τᾶι δ. Ἰέρω[ν δὲ]
|
40
|
ἐ[ν] τᾶι [α τᾶν π]ερὶ Ῥόδου φατὶ ἀναθέμειν α[ὐτὸν]
|
|
[μετὰ τοῦ] θώρακος καὶ ἀγάλματα χρύσεα [δύο],
|
|
[Ἀγέλοχο]ς ἐν τᾶι α̣ τᾶς χρονικᾶς συντά[ξιος],
|
|
[Ἀρι]στίων ἐν τᾶ[ι α τ]ᾶς χρονικᾶς συντάξιος,
|
|
Ἀριστώ[ν]υμος ἐ[ν] τᾶι συναγωγᾶι τῶ[ν χ]ρόνων,
|
45
|
Ὀνόμασ[τ]ος ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
|
|
Ξεναγόρας δὲ ἐν τᾶι α καὶ δ τᾶς χρονικᾶς
|
|
συντάξιος λέγει μετὰ τοῦ θώρακος ἀναθέ-
|
|
μειν αὐτὸν καὶ μετ[ὰ] τῶν δύο ἀγαλμάτων φιά-
|
|
λας δέκα, ἐπιγεγράφθαι δὲ ἐπὶ τῶ[ν] ἀγαλμάτων
|
50
|
στίχους δύο, ὧν τὸν μὲν οὕτως ἔχειν· "Αἰγύπτου
|
|
βασιλ[εὺ]ς τηλεκλυτὸς ὤπασ’ Ἄμασις", τὸν δὲ ἕτε-
|
|
ρον ἐπιγεγράφθαι διὰ τῶν παρ’ Αἰ[γ]υπτίοις κα-
|
|
λουμένων ἰερῶν γραμμάτων· Ἰερόβουλος δὲ
|
|
καὶ αὐτὸς λέγει ἐν τᾶι ποτὶ τοὺς μαστροὺς
|
55
|
ἐπιστολᾶι.
|
|
—————
|
56
|
(XXX) [Ἀκρα]γαντῖνοι [Παλ]λάδιον, οὗ ἦν τὰ ἀκρωτήρ[ι]α ἐλε[φ]άν-
|
|
[τινα, ἐφ’ οὗ ἐπεγέ]γραπτο· "Ἀκραγαντ[ῖ]νοι τᾶ[ι] Ἀ[θά]ναι
|
|
[τᾶι Λινδίαι ἀκρο]θίνιον ἐκ Μινώιας", ὡς ἀποφαίνε-
|
|
[ται Ξεναγόρας ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
60
|
(XXXI) [Πόλλις ․․․8․․․․]ευς θίας τοῦ τυραννεύσαντος ἐν
|
|
[Συρακούσαις ἀγάλμ]α̣τ̣α, ἃ ἐκαλεῖτο Δαιδάλεια, ἐ[φ’] ὧν
|
|
[ἐπεγέγραπτο· "Πόλ]λις ὁ Σωσίλα υἱὸς Ἀθάνα[ι Λι]νδί-
|
|
[αι εὐχάν, αὐτὸς τ’ ἠδ’ υ]ἱώ, τάδε δαιδάλε’ ἔργ’ ἀνέθηκε",
|
|
[ὥς φατι Ξεναγόρας] ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
65
|
(XXXII) [Ἀρταφέρνης ὁ στ]ραταγὸς τοῦ Περσᾶν βασιλέως
|
|
[Δαρείου ἐνωτίδι]α καὶ στρεπτὸν καὶ τιάραν καὶ ψέ-
|
|
[λια καὶ ἀκινάκαν κα]ὶ ἀναξυρίδας, ὥς φατι Εὔδημος
|
|
[ἐν τῶι Λινδιακῶι, Μύ]ρων ἐν τᾶι α τοῦ Ῥόδου ἐγκωμίου,
|
|
Τ̣[ι]μ̣ό[κριτος ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος. [Ἰ]ερώ-
|
70
|
νυμος δὲ ἀποφαίνεται ἐν τῶι α τῶν Ἡλιακῶν μετὰ
|
|
τούτων ἀναθέμειν αὐτὸν καὶ ἁρμάμαξαν, περὶ ἇς
|
|
λέγει καὶ Πολύζαλος ἐν τᾶι δ τᾶν ἱστοριᾶν καὶ
|
|
Ἀριστίων ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος,
|
|
Ἰέρων ἐν τᾶι α τᾶν περὶ Ῥόδου.
|
|
—————
|
75
|
(XXXIII) Σολεῖς φιάλαν, ἃ εἶχε ἐμ μέσω<ι> Γοργόνα τετορευ-
|
|
μέναν ἐπίχρυσον, ἐφ’ ἇς ἐπεγέγραπτο· "[Σολεῖς] Ἀθά-
|
|
ναι Λινδί[αι] δεκάταν καὶ ἀπαρχὰν λαίας, ἃν ἔλα[βο]ν με-
|
|
τὰ Ἀμφ[ιλόχ]ου ἀπὸ Μ̣ΕΤ̣ΑΒ̣ΛΥΡΕΩΝ καὶ ΣΠ̣Ε̣․․Ω̣Ν", [ὡς] ἱσ-
|
|
τορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντ[άξι]ος.
|
|
—————
|
80
|
(XXXIV) Λίνδιοι ἀπὸ τῶν ἐκ Κρήτας λαφύρων δεκάταν
|
|
τάν τε χρυσέαν στεφάναν καὶ τοὺς ὅρμους καὶ
|
|
τοῦ ἄλλου κόσμου, ὃν εἶχε τὸ ἄγαλμα, κατεσκευά-
|
|
ξαντο τὸν πλεῖστον, ὡς ἀποφαίνεται Ξεναγό-
|
|
ρας ἐν τᾶι δ̣ʹ τᾶς χρονικᾶς συντάξιος.
|
|
—————
|
85
|
(XXXV) ὁ δᾶμος, οἷς ἐτίμασε αὐτὸν βασιλεὺς Περσᾶν Ἀρταξέρ-
|
|
ξας, στρεπτὸν χρύσ[εο]ν, τιάραν, ἀκιν[άκ]αν λιθόκολ-
|
|
λον, μᾶλα ποτ’ αὐτῶι, ψέλια χρύσεα λιθόκολλα, τὰ
|
|
πάντ[α] ἄγοντα χρυσοῦς χιλίους τριακοσίους ἑβδο-
|
|
μ[ά]κοντα πέντε, καὶ τὰν βασιλικὰν στολάν, ὥς φατι
|
90
|
Ἐργ[ίας ἐν] τᾶι γ βύβλωι τᾶν [ἱσ]τοριᾶν, Ζήνων ἐν
|
|
τᾶι [․ʹ τᾶς χρ]ονικᾶς συντάξιο[ς], Τιμόκριτος ἐν τᾶι β
|
|
τᾶς [χρονικᾶ]ς συντάξιος, Ἰέ[ρ]ων ἐν τᾶι γ τᾶ[ν π]ερὶ Ῥό-
|
|
δου, Ἀγ̣[έσ]τρατος ἐν τᾶι β τᾶς χρονικᾶς [σ]υντάξιος.
|
|
—————
|
94
|
(XXXVI) Λίν[διοι] χαριστήριον Νίκαν ἄγουσαν χρυσοῦς
|
95
|
[χιλίους] τριακοσίους, ὡς ἱστορεῖ Ἀγέλοχος ἐν τᾶι ι
|
|
[τᾶς χρ]ονικᾶς συντά[ξι]ος.
|
|
—————
|
97
|
(XXXVII) [ὁ] δᾶμος ἀσπίδα κατὰ [χρησμὸν] προσαμαίνοντα, ὅτι ἀ-
|
|
νατεθείσας τᾶι Ἀθάναι ἐσεῖται λύσις τοῦ τόκα ἐνε-
|
|
στακότος ποτὶ Πτολεμαῖον τὸν Φιλάδελφον πολέμο[υ]·
|
100
|
καὶ ἐγένετο, ὡς ἀποφαίνε[ται Τιμ]όκριτος [ἐν] τᾶι δ
|
|
τᾶς χρονικᾶς σ[υν]τάξιος. ἐπ[ιγέγ]ραπται δὲ ἐπὶ τᾶς ἀσπίδος·
|
|
"ὁ δᾶμος ὁ Ῥοδίων Ἀθάναι Λιν[δίαι κα]τὰ χρησμόν".
|
|
—————
|
103
|
(XXXVIII) βασιλεὺς Ἀλέξαν[δ]ρος [β]ο[υκέφαλ]α, ἐφ’ ὧν [ἐ]πιγέγραπται·
|
|
"βασιλεὺς Ἀλέξαν[δ]ρος μάχαι κρατήσας Δα-
|
105
|
ρεῖον καὶ κύριος γε[ν]όμενος τᾶς Ἀσίας ἔθυ-
|
|
σε τ[ᾶ]ι Ἀθάναι τᾶι [Λι]νδίαι κατὰ μαντείαν
|
|
ἐπ’ ἰε[ρέ]ως Θευγέν[ε]υς τοῦ Πιστοκράτευς". πε-
|
|
ρὶ [τ]ούτων το[ὶ] Λινδί[ων] χρηματισμοὶ περ[ι]έχοντι.
|
|
ἀν[έ]θηκε δὲ καὶ [ὅ]πλα, ἐφ’ ὧν ἐπιγέγραπται.
|
|
—————
|
110
|
(XXXIX) βασιλεὺς Πτ[ολ]εμαῖος προμετωπίδια βοῶν εἴ-
|
|
κοσι, ἐφ’ ὧν ἐ[πιγ]έγραπται· "βασιλεὺς Πτολεμαῖος
|
|
ἔθυσε Ἀθά[ν]αι Λινδίαι ἐπ’ ἰερέως Ἀθ[α]νᾶ τοῦ Ἀθανα-
|
|
γόρα", ὡς μα[ρτ]υροῦ[ν]τι τοὶ Λινδ[ί]ων χρηματισμοί.
|
|
—————
|
114
|
(XL) βασιλεὺ[ς] Πύρρο[ς] βουκ[έ]φαλα καὶ ὅπλα, οἷς
|
115
|
αὐτὸ[ς ἐ]χ[ρ]εῖτο ἐν τοῖς κινδύ[ν]οι[ς], ἀνέ[θηκε] κα-
|
|
τὰ τὰν ἐκ Δωδώνας μαντείαν, ὡς περιέχοντι
|
|
τοὶ Λινδίων χρηματισμοὶ καὶ [ἱ]στορεῖ Ζήνων
|
|
[ἐ]ν τᾶι β τᾶς χρονικᾶς συντάξ[ι]ος, Ἀγέλοχο[ς]
|
|
[ἐ]ν τᾶι β τᾶς χρονικᾶ[ς] συντάξιος, Ἀγέστρα-
|
120
|
τος ἐν τᾶι β [τ]ᾶς χρονικ[ᾶ]ς συντάξιος. ἐπιγέ-
|
|
[γραπ]ται δ[ὲ] ἐπὶ τῶν ὅπλων. vac.
|
|
—————
|
122
|
(XLI) βα[σ]ιλεὺ[ς Ἰ]έρω[ν] ὅπλα, οἷς αὐτὸς ἐχρε[ῖτ]ο, ὡς μαρ-
|
|
[τυρο]ῦντι τοὶ Λι[ν]δίων χρη[μ]ατισμοὶ καὶ ἱσ[τορεῖ]
|
|
Ἀγέ[στ]ρατος ἐν τᾶι β τᾶς χρον[ι]κᾶς συν[τάξιος],
|
125
|
․․5․․ς ἐν τοῖς Χρόνοις. ἐπιγέγρα[π]τα[ι] δὲ ἐπὶ τῶ[ν]
|
|
ὅ[πλω]ν· "β[ασ]ιλε[ὺς] Ἰέρων Ἰεροκλεῦς Ἀθάναι Λι[νδίαι]".
|
|
—————
|
127
|
(XLII) [βα]σιλεὺ[ς] Φίλιππος πέλτας δέκα, σαρίσας δ[έκ]α, π[ε]-
|
|
[ρικεφαλ]αίας [δέ]κα, [ἐ]φ’ ὧν ἐ[π]ιγέγραπται· "βα[σ]ιλεὺ[ς]
|
|
[Μακεδ]ό[ν]ω[ν] Φίλιππο[ς] βασι[λ]έως Δημ[ητρί]ου νι-
|
130
|
κάσας Δ̣α[ρ]δ̣[ανί]ου[ς καὶ Μαίδους Ἀθάναι Λ]ινδίαι", [ὡς μαρ]-
|
|
[τυροῦντι τοὶ Λιν]δίων χρ[ημ]α[τι]σ[μ]οί.
|
|
{²sequuntur vestigia versuum aliquantorum incerta}²
|
col. D.1
|
(I) ἐπιφάνειαι.
|
|
Δαρείου τοῦ Περσᾶν βασιλέως ἐπὶ καταδουλώσει
|
|
τᾶς Ἑλλάδος ἐκπέμψαντος μεγάλας δυνάμεις
|
|
ὁ ναυτικὸς αὐτοῦ στόλος ταύται ποτεπέλασε
|
5
|
πράτα<ι> τᾶν νάσων. καταπλαγέντων δὲ τῶν κατὰ
|
|
τὰν χώραν τὰν ἔφοδον τῶν Περσᾶν καὶ συν-
|
|
φυγόντων μὲν ἐς πάντα τὰ ὀχυρώματα, τῶν
|
|
πλείστων δὲ ἐς Λίνδον ἀθροισθέντων, ποθε-
|
|
δρεύσαντες ἐπολιόρκευν αὐτοὺς τοὶ
|
10
|
βάρβαροι, ἔστε οὗ διὰ τὰν σπάνιν τοῦ ὕδα-
|
|
τος τοὶ Λίνδιοι θλιβόμενοι διενοεῦντο
|
|
παραδιδόμειν τοῖς ἐναντίοις τὰν πόλιν.
|
|
καθ’ ὃν δὴ χρόνον ἁ μὲν θεὸς ἑνὶ τῶν ἀρ-
|
|
χόντων ἐπιστᾶσα καθ’ ὕπνον παρεκάλει
|
15
|
θαρσεῖν ὡς αὐτὰ παρὰ τοῦ πατρὸς αἰτησευ-
|
|
μένα τὸ κατεπεῖγον αὐτοὺς ὕδωρ, ὁ δὲ τὰν
|
|
ὄψιν ἰδὼν ἀνάγγειλε τοῖς πολίταις τὰν πο-
|
|
τίταξιν τᾶς Ἀθάνας. οἱ δὲ ἐξετάξαντες,
|
|
ὅτι εἰς πέντε ἁμέρας μό[νο]ν ἔχοντι διαρ-
|
20
|
κεῦν, ἐπὶ τοσαύτας μό[νο]ν αἰτήσαντο
|
|
παρὰ τῶν βαρβάρων τὰς ἀνοχάς, λέγοντες
|
|
ἀπεστάλκειν τὰν Ἀθάναν ποτὶ τὸν αὑτᾶς
|
|
πατέρα περὶ βοαθείας, καὶ εἴ κα μὴ παραγέ-
|
|
νηται κατὰ τὸν ὡρισμένον χρόνον, παρα-
|
25
|
δωσεῖν ἔφασαν αὐτοῖς τὰν πόλιν. vac.
|
|
Δᾶτις δὲ ὁ Δαρείου ναύαρχος παραχρῆμα
|
|
μὲν ἀκούσας ἐγέλασε, ἐπεὶ δὲ ἐν τᾶι
|
|
ἐχομέναι ἁμέραι γνόφ[ο]υ μείζ<ο>νος
|
|
περὶ τὰν ἀκρόπολιν συσστάντος καὶ πολ-
|
30
|
λοῦ καταραγέν[τ]ος ὄμβρου κατὰ μέσον
|
|
ο[ὕ]τ<ω>ς παραδόξως τοὶ μὲν πολιορκεύμε-
|
|
νοι δαψιλὲς ἔσχον ὕδωρ, ἁ δὲ Περσικὰ δύνα-
|
|
μις ἐσπάνιζε, καταπλαγεὶς ὁ βάρβα[ρος]
|
|
τὰν τᾶς θεοῦ ἐπιφάνειαν κ̣α̣[ὶ ἀφελ]όμε-
|
35
|
νος αὑτοῦ τὸν περὶ τ[ὸ σ]ῶμα κόσμον εἰσέ-
|
|
πεμψε ἀνα[θ]έ[μ]ειν τόν τε φαρεὸν καὶ σ[τ]ρε-
|
|
[πτ]ὸν καὶ ψέλια, ποτὶ δὲ τούτοις τιάραν τε
|
|
καὶ ἀκινάκαν, ἔτι δὲ ἁρμάμαξαν, ἃ πρότε-
|
|
ρον μὲν διεσώιζετο, ἐπὶ δὲ τοῦ ἰερέως
|
40
|
τοῦ Ἁλίου Εὐκλεῦς τοῦ Ἀστυανακτίδα
|
|
ἐμπυρισθέντος τοῦ ναοῦ κατεκαύσθη
|
|
μετὰ τῶν πλείστων ἀναθεμάτων. αὐτὸς
|
|
δ[ὲ] ὁ Δᾶτις ἀνέζευξε ἐπὶ τὰς προκειμέ-
|
|
[ν]ας πράξεις φιλίαν ποτὶ τοὺς πολιορ-
|
45
|
[κ]ηθέντας συνθέμενος καὶ ποταποφω-
|
|
[νή]σας, ὅτι τοὺς ἀνθρώπους τούτους
|
|
θεοὶ φυλάσσουσι. περὶ τούτων ἀποφαί-
|
|
νεται Εὔδημος ἐν τῶι Λινδιακῶι, Ἐργίας
|
|
ἐν τᾶι δ τᾶν ἱστοριᾶν, Πολύζαλος ἐν τᾶι δ
|
50
|
τᾶν ἱστοριᾶν, Ἰερώνυμος ἐν τῶι β vac.
|
|
τῶν Ἡλιακῶν, Μύρων ἐν τῶι α̣ τοῦ Ῥόδου
|
|
ἐγκωμίου, Τιμόκριτος ἐν τᾶι α τᾶς χρο-
|
|
νικᾶς συντάξιος, Ἰέρων ἐν τᾶι α τᾶν πε-
|
|
ρὶ Ῥόδου. Ξεναγόρας <δ>ὲ λέγει ἐν τᾶι δ
|
55
|
τᾶς χρονικᾶς συντάξιος τὰν μὲν ἐπιφά-
|
|
νειαν γεγόνειν, Μαρδονίου μέντοι ἐξαπο-
|
|
σταλέντος ὑπὸ Δάτιος. λέγει δὲ περ[ὶ] τᾶς
|
|
ἐπιφανείας καὶ Ἀριστίων ἐν [τᾶ]ι α̣ [τ]ᾶς
|
|
χρονικᾶς συντάξιος.
|
|
—————
|
60
|
(II) ἑτέρα.
|
|
ἐπ’ ἰερέως τοῦ Ἁλίου Πυθαννᾶ τοῦ Ἀρχιπόλιος
|
|
ἐν Λίνδωι συνκατακλαιχθείς τις λάθραι νυ-
|
|
κτὸς αὑτὸν ἀπεκρέμασε ἐκ τῶν ἀντηρί-
|
|
δων τᾶν κατὰ νώτου τοῦ ἀγάλματος
|
65
|
ποτηρεισμένων τῶι τοίχωι, καὶ Λινδί-
|
|
ων δηλομένων εἰς Δελφοὺς ἀποστεῖ-
|
|
λαι καὶ διερωτᾶσαι περὶ τοῦ συ[μ]βεβακό-
|
|
τος τί δεῖ ποιεῖν ἁ θεὸς ἐπιστᾶσα τῶι
|
|
ἰερεῖ καθ’ ὕπνον ποτέταξε ἡσυχίαν
|
70
|
ἔχειν περὶ αὑτᾶς, τᾶς δὲ ὀροφᾶς γυ-
|
|
μνῶσαι τὸ ἐπάνω τοῦ ἀγάλματος μέ-
|
|
ρος καὶ ἐᾶσαι οὕτως ἔστε κα τρεῖς ἅλ[ι]-
|
|
οι γένωνται καὶ τοῖς τοῦ πατρὸς
|
|
ἁγνισθῆι λου[τ]ρ̣ο̣ῖς, ἔπειτα τὰν μὲν
|
75
|
στέγαν πάλιν ἐπισκευάξαι καθάπερ
|
|
ἦν πρότερον, τὸν δὲ ναὸν καθάραντα
|
|
τοῖς νομιζομένοις θύειν κατὰ τὰ πά-
|
|
τρια Διὶ ․․Σ․․ΙΛΛΛΙΟ[— — — — —]
|
|
μαστροῖς τοῦ ἰερέως κ̣αὶ [— — — —]
|
80
|
ΑΦ․Λ․․ΤΩΝ τᾶς ὀροφ̣[ᾶς — — — —]
|
|
ον μέρος ․3-4․Λ̣ΘΕ̣Ρ̣Ο̣Υ̣Σ̣[— — — —]
|
|
ΤΑ․․․․Λ[— — — — — — — — — — —]
|
|
ΟΙ[— — — — — — — — — — — — — —]
|
|
[— — — — — — — — — — — — — — —]
|
85
|
․Ο․․․9-10․․․ τας επιφανειας [— —]
|
|
ΤΟΥ[— — — — — — — —]Ο[— — —]ΤΑ vac.
|
|
[— — — — — —]ΑΝ․․ Εὔδημος ἐν τῶ[ι]
|
|
Λινδιακῶι, Τιμόκριτος ἐν τᾶι γʹ τᾶς
|
|
χρονικᾶς συντάξιο[ς], Ξεναγόρας ἐν
|
90
|
τᾶι [․ʹ] τᾶς χρονικ[ᾶς σ]υντάξιος, Ὀνόμασ-
|
|
στος ἐν τᾶι β τᾶς χρονικᾶς συντάξιος,
|
|
Ἀριστών[υ]μος ἐν τᾶι συνα[γω]γᾶι τῶν
|
|
χρόνων.
|
|
—————
|
94
|
(III) ἄλλα.
|
95
|
πολιορκευμένας ὑπὸ Δημητρίου τᾶς πό-
|
|
λιος ἔδοξε [Κα]λλικλῆς ὁ ἐεικὼς ἐκ τᾶς
|
|
ἰερατείας τᾶς Ἀθάνας τᾶς Λινδίας ἔτι
|
|
διατρίβω[ν] ἐν Λίνδωι ἐπιστᾶσαν αὑτῶι
|
|
καθ’ ὕπνον τὰν θεὸν ποτιτάσσειν ἀπαγ-
|
100
|
γεῖλαι ἑνὶ τῶν πρυτανίων Ἀναξιπόλει,
|
|
ὅπως γράψηι ποτὶ βασιλῆ Πτολεμα[ῖ]ον
|
|
καὶ παρακαλῆ<ι> βοαθεῖν τᾶι πόλει ὡς [ἁ]γη-
|
|
σευμένας αὐτᾶς καὶ νίκαν καὶ κράτος πα-
|
|
ρασκευαξεύσας· εἰ δέ κα μήτ’ αὐτὸς ἀπαγ-
|
105
|
γείληι ποτὶ τὸν πρύτανιν μήτε ἐκῆνος
|
|
γράψηι τῶι Πτολεμαίωι, μεταμελησεῖν
|
|
αὐτοῖς. τὸ μὲν οὖν πρᾶτον ἰδὼν τὰν ὄψιν
|
|
ὁ Καλλικλῆς ἡσυχίαν εἶχε· ἐπεὶ δ[ὲ π]ολλά-
|
|
[κ]ις τὸ αὐτὸ συ[ν]έβαι[ν]ε, συνεχῶς γὰρ ἓξ
|
110
|
[ν]ύκτας ἐφισταμένα τὰν αὐτὰ[ν] ἐποι-
|
|
εῖτο ποτίταξιν, ὁ [μ]ὲν Καλλικ[λῆς π]αραγενό-
|
|
μενος εἰ[ς] τὰν πόλιν τοῖς τε βουλευταῖς δια-
|
|
γήσατο ταῦτα καὶ τῶι Ἀναξιπόλει διεσάφησ[ε].
|
|
οἱ δὲ βου[λε]υ[τ]αὶ [τ]ὸν Ἀ[ναξίπ]ολι[ν ἀπέστειλ]α[ν]
|
115
|
ποτὶ τὸν Πτολεμαῖον ΤΟ[— — — — — — — — — —]
|
|
[— — — — — — — — — — — — — — — — — — — —]
|
|
ΜΕΤΑ[— — — — — — — — — — — — — — — — — —]
|
|
ΠΟΛΛΟ․․Ο[— — — — — — — — —]Ο․ΟΤΙ[— — —]
|
|
[— — — — — — — — — — — — — — — — — — — —]
|
120
|
{²sequuntur vestigia versuum aliquantorum incerta}²
|