| A.1 | [ἐ]π’ ἰερέως Τεισύλ[ου τοῦ Σωσικράτευς, Ἀρτα]μιτίου δωδεκάται ἔδοξε μαστροῖς καὶ Λινδίο[ις]· |
| [Ἁ]γησίτιμος Τιμαχίδα Λ[ινδοπολίτας εἶπε· ἐπεὶ τὸ ἰερὸ]ν τᾶς Ἀθάνας τᾶς Λινδίας ἀρχαιότατόν τε καὶ ἐντιμό[τα]- | |
| τον ὑπάρχον πολλοῖς κ[αὶ καλοῖς ἀναθέμασι ἐκ παλαιοτ]άτων χρόνων κεκόσμηται διὰ τὰν τᾶς θεοῦ ἐπιφάνειαν, | |
| συμβαίνει δὲ τῶν ἀνα[θεμάτων τὰ ἀρχαιότατα μετὰ τᾶν ἐ]πιγραφᾶν διὰ τὸν χρόνον ἐφθάρθαι, τύχαι ἀγαθᾶι δεδόχθαι | |
| 5 | [μ]αστροῖς καὶ Λινδίοις κυρ[ωθέντος τοῦδε τοῦ ψαφίσματος ἑλέ]σθαι ἄνδρας δύο, τοὶ δὲ αἱρεθέντες κατασκευαξάντω στάλαν |
| [λ]ίθου Λαρτίου καθ’ ἅ κα ὁ ἀρχ[ιτέκτων γράψηι καὶ ἀναγραψάντ]ω εἰς αὐτὰν τόδε τὸ ψάφισμα, ἀναγραψάντω δὲ ἔκ τε τᾶν | |
| [ἐπ]ιστολᾶν καὶ τῶν χρηματ[ισμῶν καὶ ἐκ τῶν ἄλλων μαρτυρί]ων ἅ κα ἦι ἁρμόζοντα περὶ τῶν ἀναθεμάτων καὶ τᾶς ἐπιφανείας | |
| [τ]ᾶς θε<ο>ῦ ποιούμενοι τὰν ἀ[ναγραφὰν παρεόντος καὶ τοῦ γρ]αμματέως τῶν μαστρῶν τοῦ νῦν ἐν ἀρχᾶι ἐόντος, τοὶ δὲ ἰεροτα- | |
| μίαι τελεσάντω τοῖς αἱρεθεῖσι [τέλεσμα εἰς τὰν κατασκευὰν τᾶ]ς στάλας καὶ τὰν ἀναγραφὰν μὴ πλεῖον οὗ ἀποφαίνεται Πυργο- | |
| 10 | τέλης ὁ ἀρχιτέκτων δραχμᾶν διακοσιᾶν· [ἀποδειξάντω δὲ τόπον ἐν] τῶι ἰερῶι τᾶς Ἀθάνας τᾶς Λινδίας ἐν ὧι σταθησεῖ ἁ στάλα τοὶ ἐπιστάται |
| ἐν τῶι εἰσιόντι Ἀγριανίωι. ὅ,τι δέ κά τις μὴ ποιήσηι [τ]ῶν [ἐν τῶιδε τῶι] ψαφίσματι γ[ε]γραμμένων, ἀποτεισάτω ἰερὰς Ἀθάνας Λινδίας δραχμὰς | |
| πεντακοσίας. ἁρέθεν Θαρσαγόρας Στράτου Λαδά[ρμιος καὶ] Τιμαχίδας Ἁγησιτίμου Λινδοπολίτας. | |
| col. B.1 | τοίδε ἀνέθηκαν τᾶι Ἀθάναι· |
| (I) Λίνδος φιάλαν, ἃν οὐδεὶς ἐδύνατο γνώμειν | |
| ἐκ τίνος ἐστί, ἐφ’ ἇς ἐπεγέγραπτο· "Λίνδος | |
| Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὡ[ς] ἱστορεῖ Γόρ- | |
| 5 | γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γορ[γ]οσθένης ὁ ἰε- |
| ρεὺς τᾶς Ἀθάνας ἐν τᾶι ποτὶ τὰν βουλὰν ἐπι- | |
| [στ]ολᾶι, Ἰερόβουλος ἰερεὺς καὶ αὐτὸς ὑπάρ- | |
| χω[ν] ἐν τᾶι ποτὶ τοὺς μαστροὺς ἐπιστολᾶι. | |
| ————— | |
| 9 | (II) Τελχεῖνες κροσόν, ὃν οὐδεὶς ἐδύνατο |
| 10 | ἐπιγ[νώμειν ἐκ] τίνος ἐστί, ἐφ’ οὗ ἐπεγέγρα- |
| πτο· "Τελχε[ῖν]ες Ἀθάναι Πολιάδι καὶ Διὶ Πο- | |
| λιεῖ δεκάταν τῶν ἔργων", ὡς ἀποφαίνεται | |
| Γόργων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γοργοσθένης | |
| ἐν τᾶι ἐπιστολᾶ[ι], Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 15 | (III) Κάδμος λέβητα χά[λ]κεον φοινικικοῖς γράμμα- |
| σι ἐπιγεγραμμένον, ὡς ἱστορεῖ Πολύζα- | |
| λος ἐν τᾶι δ τᾶν ἱστοριᾶν. | |
| ————— | |
| 18 | (IV) Μίνως ἀργύρεον ποτήριον, ἐφ’ οὗ ἐπεγέγρα- |
| πτο· "Μίνως Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", ὥς φατι | |
| 20 | Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος, |
| Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης | |
| ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 23 | (V) Ἡρακλῆς γέρρα δύο, τὸ μὲν ἓν περιεσκυτωμέ- |
| νον, τὸ δὲ κατακεχαλκωμένον, ὧν ἐπὶ μὲν τοῦ | |
| 25 | ἐσκυτωμένου ἐπεγέγραπτο· "Ἡρακλῆς ἀπὸ |
| Μερόπων τὰν Ε[ὐ]ρυπύλου", ἐπὶ δὲ τοῦ κατακε- | |
| χαλκωμένου· "τὰν Λαομέδοντος Ἡρακλῆς ἀ- | |
| πὸ Τεύκρων Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ", | |
| ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς | |
| 30 | χ[ρ]ονικᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν |
| περὶ Ῥόδου, Νικασύλος ἐν τᾶι γʹ τᾶς χρονι- | |
| κᾶς συντάξιος, Ἡγησίας ἐν τῶι Ῥόδου ἐνκω- | |
| μίωι, Αἰέλουρος ἐν τῶι περὶ τοῦ ποτὶ τοὺς | |
| Ἐξαγιάδας(?) πολέμου, Φάεννος ἐν τῶι περὶ | |
| 35 | Λίνδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι, |
| Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 37 | (VI) Τλαπόλεμος φιάλαν, ἐφ’ ἇς ἐπεγέγραπτο· |
| "Τλαπόλεμος Ἀθάναι Πολιάδι καὶ Διὶ Πολιεῖ | |
| εὐχάν", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ | |
| 40 | Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐπιστολᾶι, |
| [Ἰ]ερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| [—————] | |
| 42 | (VII) [Ῥῆσ]ος χρύσεον ποτήριον, ἐφ’ [οὗ] ἐπεγ[έγραπτο]· |
| ["Ῥήσου] παραθήκα· λαβέτω ὅ[ς κα — — — — — — — —]α | |
| ․․․․․12․․․․․#⁷#⁷#⁷#⁷[— — — — —, ὡς ἀπ]οφαί- | |
| 45 | [νεται ὁ δεῖνα — — — — — — —, Ἰέρ]ων δὲ |
| [․․․․․12․․․․․] τᾶν περὶ Ῥόδ[ου φατὶ μετ]ὰ̣ τοῦ | |
| [ποτηρίου κ]α̣ταθέσθαι αὐτὸν καὶ παῖδα Θρᾶικα. | |
| ————— | |
| 48 | (VIII) [Τήλ]εφος φιάλαν χρυσόμφαλον, ἐφ’ ἇς ἐπεγέ- |
| [γρ]απτο· "Τήλεφος Ἀθάναι ἱλατή[ρι]ον, ὡς ὁ Λύκιος | |
| 50 | Ἀπόλλων εἶπε". περὶ τούτων ἱστ[ορ]εῖ Ξεναγόρας |
| ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος, Γόργων | |
| ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργοσθένης ἐν τᾶι ἐ- | |
| πιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπ[ιστολᾶι]. | |
| ————— | |
| 54 | (IX) τοὶ μετὰ Τλαπολέμου εἰς Ἴλιον [στρατευσά]- |
| 55 | μενοι ἀσπίδας ἐννῆ, ἐνχειρίδια [ἐννῆ, κυνᾶς] |
| ἐννῆ, κναμίδων ζεύγη ἐννῆ· ἐ[πεγέγραπτο] | |
| δὲ ἐπὶ τᾶν ἀσπίδων· "τοὶ μετ[ὰ Τλαπολέμου] | |
| εἰς Ἴλιον στρατευσάμενοι τ[ᾶι Ἀθάναι τᾶι] | |
| Λινδίαι ἀκροθίνια τῶν ἐκ Τρο[ίας", ὥς φατι Γόρ]- | |
| 60 | γων ἐν τᾶι α̣ τᾶν περὶ Ῥόδου, Γ[οργοσθένης] |
| ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος [ἐν τᾶι ἐπιστολᾶι]. | |
| ————— | |
| 62 | (X) Μενέλαος κυνᾶν, ἐφ’ ἇς ἐπεγέγρ[απτο]· |
| "Μενέλας τὰν Ἀλεξά[ν]δρου", ὡς ἱ[στορεῖ Ξεναγό]- | |
| ρας ἐν τᾶι α τᾶς χ[ρονικ]ᾶς συντ[άξιος, Ἡγησίας] | |
| 65 | ἐν τῶι Ῥόδου ἐγκωμίω[ι, Ε]ὔδημος ἐν τ[ῶι] Λινδια- |
| κῶι, Γόργων ἐν τᾶι α τᾶ[ν] περὶ Ῥόδου, Γοργοσθέ- | |
| νης ἐν τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπισ- | |
| τολᾶι. Θεότιμος <δ>ὲ λέγει ἐν τᾶι α τᾶν κατὰ Αἰε- | |
| λούρου ἀναθέμειν αὐτὸν καὶ ἐγχειρίδιον. | |
| ————— | |
| 70 | (XI) Ἑλένα ψελίων ζεῦγος, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἑλένα |
| Ἀθάναι", ὥς φατι Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο- | |
| σθένης ἐ[ν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 73 | (XII) Κάνωπος ὁ [Μ]ενελάου κυβερνάτας οἴακας, ἐφ’ ὧ[ν] |
| ἐπεγέγρα[π]το· "Κάνωπος τᾶι Ἀθαναίαι καὶ Ποτειδᾶνι", | |
| 75 | ὡς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι- |
| κᾶς συντάξιος, Γόργων ἐν τᾶι α τᾶν περὶ Ῥόδου, Γοργο- | |
| σθένης ἐν τᾶι ἐπισ[τ]ολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 78 | (XIII) Μηριόνης φαρέτραν ἀργ[υ]ρέαν, ἐφ’ ἇς ἐπεγέγραπτο· |
| "[Μ]ηριόνης Μόλου υἱὸς ἀ[κρο]θίνια τῶν ἐκ Τροίας", ὥς | |
| 80 | φατι Γόργων ἐν τᾶι [α τ]ᾶν περὶ Ῥόδου, Γοργοσθένης |
| [ἐν] τᾶι ἐπιστολᾶι, Ἰερόβουλος ἐν τᾶι ἐπιστολᾶι. | |
| ————— | |
| 82 | (XIV) [Τε]ῦκρος φαρέτραν, ἐφ’ ἇς ἐπεγέγραπτο· "Τεῦ[κρ]ος |
| τὰν Πανδάρου", ὡς ἱστορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρο- | |
| [νικ]ᾶς συντά[ξι]ος, [Γόργ]ων ἐν τᾶι α τᾶν π[ερ]ὶ Ῥό[δου], | |
| 85 | Γοργοσθένης ἐν τᾶι ἐπιστο[λᾶι, Ἰερ]όβουλος ἐν |
| τᾶι ἐπιστολᾶι. Θεότιμος δὲ [ἐ]ν [τᾶι α τᾶ]ν κατὰ Αἰε- | |
| λούρου φατὶ ἀναθέμειν αὐτὸ[ν καὶ τό]ξον. | |
| ————— | |
| 88 | (XV) τᾶν φυλᾶν ἑκάστα πίνακα [παναρχ]αϊκόν, ἐν ὧι ἦν |
| ἐζωγραφημένος φύλαρχος καὶ δρομεῖς ἐννῆ | |
| 90 | πάντες ἀρχαϊκῶς ἔχοντες τοῖς <σ>χήμασι, ὧν ἑκά- |
| στου ἐπεγέγραπτο τ[ᾶ]ι εἰκόνι τὸ ὄνομα, κ[αὶ] ἐ- | |
| πὶ μὲν τοῦ ἑνὸς τῶν π[ιν]ά[κ]ων ἐπεγέγραπτο· | |
| "Ἁλιαδᾶν φυλὰ νικάσ[ασ’ ἀν]έθηκε τᾶι Λινδίαι | |
| Ἀθάναι", ἐφ’ ἑτέρου δέ· "Νίκας τόδ’ ἐστὶ σᾶμα· τῶν | |
| 95 | Αὐτοχθόνων φυλὰ κρατήσασ’ ἀγλάϊ<ξ>ε τὰν θεόν", |
| ἐπὶ δὲ τοῦ τρίτου· "Τελχείνων φυλὰ νικῶσ’ ἀνέθ[η]- | |
| κεν Ἀθάναι, Λυκωπάδας δέ ὁ Λυγκέως παῖς ἐλαμ- | |
| παδάρχει". περὶ τούτων ἱστορεῖ Γόργων ἐν τᾶι α | |
| τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς | |
| 100 | συντάξιος. |
| ————— | |
| 101 | (XVI) Ἀρετάκριτος καὶ τοὶ υἱοὶ ἐχινέαν, ἃ τὸν πυθμέ- |
| να κρατῆρος εἶχε, καὶ ἐπὶ μὲν τοῦ χείλευς | |
| αὐτᾶς ἐπεγέγρα[πτ]ο· "παλτοῦ Ἄδραστος | |
| ἔθηκε ἆθλον ἐπ’ Αἰγιαλεῖ", ἐπὶ δὲ τοῦ πυθμέ- | |
| 105 | νος· "Ἄρετος καὶ παῖδες Ἀθαναίαι Λινδίαι |
| δεκάταν ναὸς τᾶς ἐκ Κρήτας", ὡς ἀποφαί- | |
| νεται Ξεναγόρας ἐν τᾶι α̣ τᾶς χρονικᾶ[ς] | |
| συντάξιος, [Γό]ργων ἐν τᾶι β περὶ Ῥό[δου]. | |
| ————— | |
| 109 | (XVII) Λινδίων τοὶ μετὰ τῶν Πάγκιος παίδων |
| 110 | Κυράναν οἰκίξαντες σὺν Βάττωι Π[α]λλά- |
| δα καὶ λέοντα ὑ[πὸ] Ἡρακλεῦς πνιγόμ[ενον], | |
| ταῦτα δ’ ἦν λώτ[ι]να, ἐφ’ ὧν [ἐ]πεγ[έ]γρα[πτο]· | |
| "Λινδίων τοὶ μ[ε]τὰ τῶν Πάγκιος παίδων | |
| Κυράναν κτίσαντες σὺν Βά[τ]τω[ι] Ἀθαναί- | |
| 115 | αι καὶ Ἡρακλεῖ [δ]εκά[ταν ἀπὸ] λαίας ἃν ἔλ[α]- |
| βον ἀ[πὸ ․․․․Ι․․․․Σ․․Ι]ων", ὥς φατι Ξενα- | |
| γόρας [ἐ]ν [τᾶι α τᾶς] χρονικᾶς συντάξιος. | |
| ————— | |
| {²in capitulis XVIII-XXII paucae litterae dispiciuntur:}² | |
| 126 | Γόργω[ν — — — — — — — — — — — — — — — — —] |
| 144 | Γόργ[ων — — — — — — — — — — — — — — — — —] |
| col. C.1 | (XXIII) τοὶ μετὰ Κλευβούλου στρατεύσαντες εἰς Λυκίαν |
| ἀσπίδας ὀκτὼ καὶ τῶι ἀγάλματι στεφάναν χρυσέαν, | |
| ὡς ἱστορεῖ Τιμόκριτος ἐν τᾶ<ι> α τᾶς χρο- | |
| νικᾶς συντάξιος, Πολύζαλος ἐν τᾶι δ | |
| 5 | τᾶν ἱστοριᾶν. |
| ————— | |
| 6 | (XXIV) Φασηλῖται κράνη καὶ δρέπανα, ἐφ’ ὧν ἐπε- |
| γέγραπτο· "Φασηλῖται ἀπὸ Σολύμων τᾶι Ἀθα- | |
| ναίαι τᾶι Λινδίαι, Λακίου τοῦ οἰκιστᾶ ἁγευμέ- | |
| νου", <ὡ>ς ἀποφαίνεται Ξεναγόρας ἐν τᾶι α | |
| 10 | τᾶς χρονικᾶς συντάξιος. |
| ————— | |
| 11 | (XXV) Γελῶιοι κρατῆρα μέγα[ν], ὃς ταύταν εἶχε τὰν |
| ἐπιγραφάν· "Γελῶιοι τᾶ[ι] Ἀθαναίαι τᾶι Πα- | |
| τρώιαι ἀκροθίνιον ἐξ Ἀριαίτου", ὥς φατι Ξε- | |
| ν[α]γόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος. | |
| ————— | |
| 15 | (XXVI) Ἀμφίνομος καὶ τοὶ υἱοὶ βοῦν ξυλίναν καὶ μόσ- |
| χον, ἐφ’ ὧν ἐπεγέγραπτο· "Ἀμφίνομος καὶ παῖδες | |
| ἀπ’ εὐρυχόρου Συβάρειος ναὸς σωθείσας τάνδ’ ἀ- | |
| νέθεν δεκάταν", ὡς ἱστορεῖ Γόργων ἐν τᾶι β | |
| τᾶν περὶ Ῥόδου, Ξεναγόρας ἐν τᾶι α τᾶς χρονι- | |
| 20 | κᾶς συντάξιος. |
| ————— | |
| 21 | (XXVII) Φάλαρις ὁ Ἀκραγαντίνων τυραννεύσας κρατῆ- |
| ρα οὗ ἐτετόρευτο ἐν μὲν τῶι ἑτέρωι μέρει Τιτανο- | |
| μαχία, ἐν δὲ τῶι ἑτέρωι Κρόνος λαμβάνων παρὰ | |
| Ῥέας τὰ τέκνα κ[α]ὶ κ[α]ταπείνων, καὶ ἐπὶ μὲν τοῦ | |
| 25 | χείλευς ἐπεγέ[γρ]αττο· "Δαίδαλο[ς] ἔδωκε ξείνι- |
| όν με Κωκάλωι", [ἐπ]ὶ δὲ τᾶς βάσιος· "Φάλαρις ἐξ Ἀ- | |
| κράγαντος τᾶ[ι Λι]νδ[ί]αι Ἀθάναι", ὡς ἀποφαίνεται | |
| Ξεναγόρας ἐν τ[ᾶι] α τᾶς χρονικᾶς συντάξιος. | |
| ————— | |
| 29 | (XXVIII) Δεινομένης ὁ Γέλωνος καὶ Ἰέρωνος καὶ Θρα- |
| 30 | συβούλου καὶ Π[ο]λυζάλου πατὴρ Λίνδιος ὑπάρχων |
| καὶ συνοικίξα[ς] Γέλαν μετὰ Ἀντιφάμου Γοργόνα | |
| κυπαρισσίναν [λ]ίθινον ἔχουσαν τὸ πρόσωπον, ἐφ’ ἇς | |
| ἐπεγέγραπτο· "Δεινομένης Μολοσσοῦ [ἀνέθηκ]ε | |
| τᾶι Ἀθαναίαι τᾶι Λινδίαι τῶν ἐκ Σικελίας [δεκάτ]αν", ὡς | |
| 35 | ἱστορεῖ Ξενα[γ]όρας ἐν τᾶι α τᾶς χρονικ[ᾶς συ]ντάξιος. |
| ————— | |
| 36 | (XXIX) Ἄμασις Αἰγυπτίων βασιλεὺς θώ[ρακ]α λίνεον, |
| οὗ ἑκάστα [ἁρ]πεδόνα εἶχε στά[μον]ας τξ, | |
| περὶ οὗ μ[αρτ]υρεῖ Ἡρόδοτος [ὁ Θ]ούριος ἐν τᾶι β | |
| τᾶν ἱστο[ρι]ᾶ[ν, Πολύζαλος ἐ]ν τᾶι δ. Ἰέρω[ν δὲ] | |
| 40 | ἐ[ν] τᾶι [α τᾶν π]ερὶ Ῥόδου φατὶ ἀναθέμειν α[ὐτὸν] |
| [μετὰ τοῦ] θώρακος καὶ ἀγάλματα χρύσεα [δύο], | |
| [Ἀγέλοχο]ς ἐν τᾶι α̣ τᾶς χρονικᾶς συντά[ξιος], | |
| [Ἀρι]στίων ἐν τᾶ[ι α τ]ᾶς χρονικᾶς συντάξιος, | |
| Ἀριστώ[ν]υμος ἐ[ν] τᾶι συναγωγᾶι τῶ[ν χ]ρόνων, | |
| 45 | Ὀνόμασ[τ]ος ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος. |
| Ξεναγόρας δὲ ἐν τᾶι α καὶ δ τᾶς χρονικᾶς | |
| συντάξιος λέγει μετὰ τοῦ θώρακος ἀναθέ- | |
| μειν αὐτὸν καὶ μετ[ὰ] τῶν δύο ἀγαλμάτων φιά- | |
| λας δέκα, ἐπιγεγράφθαι δὲ ἐπὶ τῶ[ν] ἀγαλμάτων | |
| 50 | στίχους δύο, ὧν τὸν μὲν οὕτως ἔχειν· "Αἰγύπτου |
| βασιλ[εὺ]ς τηλεκλυτὸς ὤπασ’ Ἄμασις", τὸν δὲ ἕτε- | |
| ρον ἐπιγεγράφθαι διὰ τῶν παρ’ Αἰ[γ]υπτίοις κα- | |
| λουμένων ἰερῶν γραμμάτων· Ἰερόβουλος δὲ | |
| καὶ αὐτὸς λέγει ἐν τᾶι ποτὶ τοὺς μαστροὺς | |
| 55 | ἐπιστολᾶι. |
| ————— | |
| 56 | (XXX) [Ἀκρα]γαντῖνοι [Παλ]λάδιον, οὗ ἦν τὰ ἀκρωτήρ[ι]α ἐλε[φ]άν- |
| [τινα, ἐφ’ οὗ ἐπεγέ]γραπτο· "Ἀκραγαντ[ῖ]νοι τᾶ[ι] Ἀ[θά]ναι | |
| [τᾶι Λινδίαι ἀκρο]θίνιον ἐκ Μινώιας", ὡς ἀποφαίνε- | |
| [ται Ξεναγόρας ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος. | |
| ————— | |
| 60 | (XXXI) [Πόλλις ․․․8․․․․]ευς θίας τοῦ τυραννεύσαντος ἐν |
| [Συρακούσαις ἀγάλμ]α̣τ̣α, ἃ ἐκαλεῖτο Δαιδάλεια, ἐ[φ’] ὧν | |
| [ἐπεγέγραπτο· "Πόλ]λις ὁ Σωσίλα υἱὸς Ἀθάνα[ι Λι]νδί- | |
| [αι εὐχάν, αὐτὸς τ’ ἠδ’ υ]ἱώ, τάδε δαιδάλε’ ἔργ’ ἀνέθηκε", | |
| [ὥς φατι Ξεναγόρας] ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος. | |
| ————— | |
| 65 | (XXXII) [Ἀρταφέρνης ὁ στ]ραταγὸς τοῦ Περσᾶν βασιλέως |
| [Δαρείου ἐνωτίδι]α καὶ στρεπτὸν καὶ τιάραν καὶ ψέ- | |
| [λια καὶ ἀκινάκαν κα]ὶ ἀναξυρίδας, ὥς φατι Εὔδημος | |
| [ἐν τῶι Λινδιακῶι, Μύ]ρων ἐν τᾶι α τοῦ Ῥόδου ἐγκωμίου, | |
| Τ̣[ι]μ̣ό[κριτος ἐν] τᾶι α τᾶς χρονικᾶς συντάξιος. [Ἰ]ερώ- | |
| 70 | νυμος δὲ ἀποφαίνεται ἐν τῶι α τῶν Ἡλιακῶν μετὰ |
| τούτων ἀναθέμειν αὐτὸν καὶ ἁρμάμαξαν, περὶ ἇς | |
| λέγει καὶ Πολύζαλος ἐν τᾶι δ τᾶν ἱστοριᾶν καὶ | |
| Ἀριστίων ἐν τᾶι α τᾶς χρονικᾶς συντάξιος, | |
| Ἰέρων ἐν τᾶι α τᾶν περὶ Ῥόδου. | |
| ————— | |
| 75 | (XXXIII) Σολεῖς φιάλαν, ἃ εἶχε ἐμ μέσω<ι> Γοργόνα τετορευ- |
| μέναν ἐπίχρυσον, ἐφ’ ἇς ἐπεγέγραπτο· "[Σολεῖς] Ἀθά- | |
| ναι Λινδί[αι] δεκάταν καὶ ἀπαρχὰν λαίας, ἃν ἔλα[βο]ν με- | |
| τὰ Ἀμφ[ιλόχ]ου ἀπὸ Μ̣ΕΤ̣ΑΒ̣ΛΥΡΕΩΝ καὶ ΣΠ̣Ε̣․․Ω̣Ν", [ὡς] ἱσ- | |
| τορεῖ Ξεναγόρας ἐν τᾶι α τᾶς χρονικᾶς συντ[άξι]ος. | |
| ————— | |
| 80 | (XXXIV) Λίνδιοι ἀπὸ τῶν ἐκ Κρήτας λαφύρων δεκάταν |
| τάν τε χρυσέαν στεφάναν καὶ τοὺς ὅρμους καὶ | |
| τοῦ ἄλλου κόσμου, ὃν εἶχε τὸ ἄγαλμα, κατεσκευά- | |
| ξαντο τὸν πλεῖστον, ὡς ἀποφαίνεται Ξεναγό- | |
| ρας ἐν τᾶι δ̣ʹ τᾶς χρονικᾶς συντάξιος. | |
| ————— | |
| 85 | (XXXV) ὁ δᾶμος, οἷς ἐτίμασε αὐτὸν βασιλεὺς Περσᾶν Ἀρταξέρ- |
| ξας, στρεπτὸν χρύσ[εο]ν, τιάραν, ἀκιν[άκ]αν λιθόκολ- | |
| λον, μᾶλα ποτ’ αὐτῶι, ψέλια χρύσεα λιθόκολλα, τὰ | |
| πάντ[α] ἄγοντα χρυσοῦς χιλίους τριακοσίους ἑβδο- | |
| μ[ά]κοντα πέντε, καὶ τὰν βασιλικὰν στολάν, ὥς φατι | |
| 90 | Ἐργ[ίας ἐν] τᾶι γ βύβλωι τᾶν [ἱσ]τοριᾶν, Ζήνων ἐν |
| τᾶι [․ʹ τᾶς χρ]ονικᾶς συντάξιο[ς], Τιμόκριτος ἐν τᾶι β | |
| τᾶς [χρονικᾶ]ς συντάξιος, Ἰέ[ρ]ων ἐν τᾶι γ τᾶ[ν π]ερὶ Ῥό- | |
| δου, Ἀγ̣[έσ]τρατος ἐν τᾶι β τᾶς χρονικᾶς [σ]υντάξιος. | |
| ————— | |
| 94 | (XXXVI) Λίν[διοι] χαριστήριον Νίκαν ἄγουσαν χρυσοῦς |
| 95 | [χιλίους] τριακοσίους, ὡς ἱστορεῖ Ἀγέλοχος ἐν τᾶι ι |
| [τᾶς χρ]ονικᾶς συντά[ξι]ος. | |
| ————— | |
| 97 | (XXXVII) [ὁ] δᾶμος ἀσπίδα κατὰ [χρησμὸν] προσαμαίνοντα, ὅτι ἀ- |
| νατεθείσας τᾶι Ἀθάναι ἐσεῖται λύσις τοῦ τόκα ἐνε- | |
| στακότος ποτὶ Πτολεμαῖον τὸν Φιλάδελφον πολέμο[υ]· | |
| 100 | καὶ ἐγένετο, ὡς ἀποφαίνε[ται Τιμ]όκριτος [ἐν] τᾶι δ |
| τᾶς χρονικᾶς σ[υν]τάξιος. ἐπ[ιγέγ]ραπται δὲ ἐπὶ τᾶς ἀσπίδος· | |
| "ὁ δᾶμος ὁ Ῥοδίων Ἀθάναι Λιν[δίαι κα]τὰ χρησμόν". | |
| ————— | |
| 103 | (XXXVIII) βασιλεὺς Ἀλέξαν[δ]ρος [β]ο[υκέφαλ]α, ἐφ’ ὧν [ἐ]πιγέγραπται· |
| "βασιλεὺς Ἀλέξαν[δ]ρος μάχαι κρατήσας Δα- | |
| 105 | ρεῖον καὶ κύριος γε[ν]όμενος τᾶς Ἀσίας ἔθυ- |
| σε τ[ᾶ]ι Ἀθάναι τᾶι [Λι]νδίαι κατὰ μαντείαν | |
| ἐπ’ ἰε[ρέ]ως Θευγέν[ε]υς τοῦ Πιστοκράτευς". πε- | |
| ρὶ [τ]ούτων το[ὶ] Λινδί[ων] χρηματισμοὶ περ[ι]έχοντι. | |
| ἀν[έ]θηκε δὲ καὶ [ὅ]πλα, ἐφ’ ὧν ἐπιγέγραπται. | |
| ————— | |
| 110 | (XXXIX) βασιλεὺς Πτ[ολ]εμαῖος προμετωπίδια βοῶν εἴ- |
| κοσι, ἐφ’ ὧν ἐ[πιγ]έγραπται· "βασιλεὺς Πτολεμαῖος | |
| ἔθυσε Ἀθά[ν]αι Λινδίαι ἐπ’ ἰερέως Ἀθ[α]νᾶ τοῦ Ἀθανα- | |
| γόρα", ὡς μα[ρτ]υροῦ[ν]τι τοὶ Λινδ[ί]ων χρηματισμοί. | |
| ————— | |
| 114 | (XL) βασιλεὺ[ς] Πύρρο[ς] βουκ[έ]φαλα καὶ ὅπλα, οἷς |
| 115 | αὐτὸ[ς ἐ]χ[ρ]εῖτο ἐν τοῖς κινδύ[ν]οι[ς], ἀνέ[θηκε] κα- |
| τὰ τὰν ἐκ Δωδώνας μαντείαν, ὡς περιέχοντι | |
| τοὶ Λινδίων χρηματισμοὶ καὶ [ἱ]στορεῖ Ζήνων | |
| [ἐ]ν τᾶι β τᾶς χρονικᾶς συντάξ[ι]ος, Ἀγέλοχο[ς] | |
| [ἐ]ν τᾶι β τᾶς χρονικᾶ[ς] συντάξιος, Ἀγέστρα- | |
| 120 | τος ἐν τᾶι β [τ]ᾶς χρονικ[ᾶ]ς συντάξιος. ἐπιγέ- |
| [γραπ]ται δ[ὲ] ἐπὶ τῶν ὅπλων. vac. | |
| ————— | |
| 122 | (XLI) βα[σ]ιλεὺ[ς Ἰ]έρω[ν] ὅπλα, οἷς αὐτὸς ἐχρε[ῖτ]ο, ὡς μαρ- |
| [τυρο]ῦντι τοὶ Λι[ν]δίων χρη[μ]ατισμοὶ καὶ ἱσ[τορεῖ] | |
| Ἀγέ[στ]ρατος ἐν τᾶι β τᾶς χρον[ι]κᾶς συν[τάξιος], | |
| 125 | ․․5․․ς ἐν τοῖς Χρόνοις. ἐπιγέγρα[π]τα[ι] δὲ ἐπὶ τῶ[ν] |
| ὅ[πλω]ν· "β[ασ]ιλε[ὺς] Ἰέρων Ἰεροκλεῦς Ἀθάναι Λι[νδίαι]". | |
| ————— | |
| 127 | (XLII) [βα]σιλεὺ[ς] Φίλιππος πέλτας δέκα, σαρίσας δ[έκ]α, π[ε]- |
| [ρικεφαλ]αίας [δέ]κα, [ἐ]φ’ ὧν ἐ[π]ιγέγραπται· "βα[σ]ιλεὺ[ς] | |
| [Μακεδ]ό[ν]ω[ν] Φίλιππο[ς] βασι[λ]έως Δημ[ητρί]ου νι- | |
| 130 | κάσας Δ̣α[ρ]δ̣[ανί]ου[ς καὶ Μαίδους Ἀθάναι Λ]ινδίαι", [ὡς μαρ]- |
| [τυροῦντι τοὶ Λιν]δίων χρ[ημ]α[τι]σ[μ]οί. | |
| {²sequuntur vestigia versuum aliquantorum incerta}² | |
| col. D.1 | (I) ἐπιφάνειαι. |
| Δαρείου τοῦ Περσᾶν βασιλέως ἐπὶ καταδουλώσει | |
| τᾶς Ἑλλάδος ἐκπέμψαντος μεγάλας δυνάμεις | |
| ὁ ναυτικὸς αὐτοῦ στόλος ταύται ποτεπέλασε | |
| 5 | πράτα<ι> τᾶν νάσων. καταπλαγέντων δὲ τῶν κατὰ |
| τὰν χώραν τὰν ἔφοδον τῶν Περσᾶν καὶ συν- | |
| φυγόντων μὲν ἐς πάντα τὰ ὀχυρώματα, τῶν | |
| πλείστων δὲ ἐς Λίνδον ἀθροισθέντων, ποθε- | |
| δρεύσαντες ἐπολιόρκευν αὐτοὺς τοὶ | |
| 10 | βάρβαροι, ἔστε οὗ διὰ τὰν σπάνιν τοῦ ὕδα- |
| τος τοὶ Λίνδιοι θλιβόμενοι διενοεῦντο | |
| παραδιδόμειν τοῖς ἐναντίοις τὰν πόλιν. | |
| καθ’ ὃν δὴ χρόνον ἁ μὲν θεὸς ἑνὶ τῶν ἀρ- | |
| χόντων ἐπιστᾶσα καθ’ ὕπνον παρεκάλει | |
| 15 | θαρσεῖν ὡς αὐτὰ παρὰ τοῦ πατρὸς αἰτησευ- |
| μένα τὸ κατεπεῖγον αὐτοὺς ὕδωρ, ὁ δὲ τὰν | |
| ὄψιν ἰδὼν ἀνάγγειλε τοῖς πολίταις τὰν πο- | |
| τίταξιν τᾶς Ἀθάνας. οἱ δὲ ἐξετάξαντες, | |
| ὅτι εἰς πέντε ἁμέρας μό[νο]ν ἔχοντι διαρ- | |
| 20 | κεῦν, ἐπὶ τοσαύτας μό[νο]ν αἰτήσαντο |
| παρὰ τῶν βαρβάρων τὰς ἀνοχάς, λέγοντες | |
| ἀπεστάλκειν τὰν Ἀθάναν ποτὶ τὸν αὑτᾶς | |
| πατέρα περὶ βοαθείας, καὶ εἴ κα μὴ παραγέ- | |
| νηται κατὰ τὸν ὡρισμένον χρόνον, παρα- | |
| 25 | δωσεῖν ἔφασαν αὐτοῖς τὰν πόλιν. vac. |
| Δᾶτις δὲ ὁ Δαρείου ναύαρχος παραχρῆμα | |
| μὲν ἀκούσας ἐγέλασε, ἐπεὶ δὲ ἐν τᾶι | |
| ἐχομέναι ἁμέραι γνόφ[ο]υ μείζ<ο>νος | |
| περὶ τὰν ἀκρόπολιν συσστάντος καὶ πολ- | |
| 30 | λοῦ καταραγέν[τ]ος ὄμβρου κατὰ μέσον |
| ο[ὕ]τ<ω>ς παραδόξως τοὶ μὲν πολιορκεύμε- | |
| νοι δαψιλὲς ἔσχον ὕδωρ, ἁ δὲ Περσικὰ δύνα- | |
| μις ἐσπάνιζε, καταπλαγεὶς ὁ βάρβα[ρος] | |
| τὰν τᾶς θεοῦ ἐπιφάνειαν κ̣α̣[ὶ ἀφελ]όμε- | |
| 35 | νος αὑτοῦ τὸν περὶ τ[ὸ σ]ῶμα κόσμον εἰσέ- |
| πεμψε ἀνα[θ]έ[μ]ειν τόν τε φαρεὸν καὶ σ[τ]ρε- | |
| [πτ]ὸν καὶ ψέλια, ποτὶ δὲ τούτοις τιάραν τε | |
| καὶ ἀκινάκαν, ἔτι δὲ ἁρμάμαξαν, ἃ πρότε- | |
| ρον μὲν διεσώιζετο, ἐπὶ δὲ τοῦ ἰερέως | |
| 40 | τοῦ Ἁλίου Εὐκλεῦς τοῦ Ἀστυανακτίδα |
| ἐμπυρισθέντος τοῦ ναοῦ κατεκαύσθη | |
| μετὰ τῶν πλείστων ἀναθεμάτων. αὐτὸς | |
| δ[ὲ] ὁ Δᾶτις ἀνέζευξε ἐπὶ τὰς προκειμέ- | |
| [ν]ας πράξεις φιλίαν ποτὶ τοὺς πολιορ- | |
| 45 | [κ]ηθέντας συνθέμενος καὶ ποταποφω- |
| [νή]σας, ὅτι τοὺς ἀνθρώπους τούτους | |
| θεοὶ φυλάσσουσι. περὶ τούτων ἀποφαί- | |
| νεται Εὔδημος ἐν τῶι Λινδιακῶι, Ἐργίας | |
| ἐν τᾶι δ τᾶν ἱστοριᾶν, Πολύζαλος ἐν τᾶι δ | |
| 50 | τᾶν ἱστοριᾶν, Ἰερώνυμος ἐν τῶι β vac. |
| τῶν Ἡλιακῶν, Μύρων ἐν τῶι α̣ τοῦ Ῥόδου | |
| ἐγκωμίου, Τιμόκριτος ἐν τᾶι α τᾶς χρο- | |
| νικᾶς συντάξιος, Ἰέρων ἐν τᾶι α τᾶν πε- | |
| ρὶ Ῥόδου. Ξεναγόρας <δ>ὲ λέγει ἐν τᾶι δ | |
| 55 | τᾶς χρονικᾶς συντάξιος τὰν μὲν ἐπιφά- |
| νειαν γεγόνειν, Μαρδονίου μέντοι ἐξαπο- | |
| σταλέντος ὑπὸ Δάτιος. λέγει δὲ περ[ὶ] τᾶς | |
| ἐπιφανείας καὶ Ἀριστίων ἐν [τᾶ]ι α̣ [τ]ᾶς | |
| χρονικᾶς συντάξιος. | |
| ————— | |
| 60 | (II) ἑτέρα. |
| ἐπ’ ἰερέως τοῦ Ἁλίου Πυθαννᾶ τοῦ Ἀρχιπόλιος | |
| ἐν Λίνδωι συνκατακλαιχθείς τις λάθραι νυ- | |
| κτὸς αὑτὸν ἀπεκρέμασε ἐκ τῶν ἀντηρί- | |
| δων τᾶν κατὰ νώτου τοῦ ἀγάλματος | |
| 65 | ποτηρεισμένων τῶι τοίχωι, καὶ Λινδί- |
| ων δηλομένων εἰς Δελφοὺς ἀποστεῖ- | |
| λαι καὶ διερωτᾶσαι περὶ τοῦ συ[μ]βεβακό- | |
| τος τί δεῖ ποιεῖν ἁ θεὸς ἐπιστᾶσα τῶι | |
| ἰερεῖ καθ’ ὕπνον ποτέταξε ἡσυχίαν | |
| 70 | ἔχειν περὶ αὑτᾶς, τᾶς δὲ ὀροφᾶς γυ- |
| μνῶσαι τὸ ἐπάνω τοῦ ἀγάλματος μέ- | |
| ρος καὶ ἐᾶσαι οὕτως ἔστε κα τρεῖς ἅλ[ι]- | |
| οι γένωνται καὶ τοῖς τοῦ πατρὸς | |
| ἁγνισθῆι λου[τ]ρ̣ο̣ῖς, ἔπειτα τὰν μὲν | |
| 75 | στέγαν πάλιν ἐπισκευάξαι καθάπερ |
| ἦν πρότερον, τὸν δὲ ναὸν καθάραντα | |
| τοῖς νομιζομένοις θύειν κατὰ τὰ πά- | |
| τρια Διὶ ․․Σ․․ΙΛΛΛΙΟ[— — — — —] | |
| μαστροῖς τοῦ ἰερέως κ̣αὶ [— — — —] | |
| 80 | ΑΦ․Λ․․ΤΩΝ τᾶς ὀροφ̣[ᾶς — — — —] |
| ον μέρος ․3-4․Λ̣ΘΕ̣Ρ̣Ο̣Υ̣Σ̣[— — — —] | |
| ΤΑ․․․․Λ[— — — — — — — — — — —] | |
| ΟΙ[— — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — —] | |
| 85 | ․Ο․․․9-10․․․ τας επιφανειας [— —] |
| ΤΟΥ[— — — — — — — —]Ο[— — —]ΤΑ vac. | |
| [— — — — — —]ΑΝ․․ Εὔδημος ἐν τῶ[ι] | |
| Λινδιακῶι, Τιμόκριτος ἐν τᾶι γʹ τᾶς | |
| χρονικᾶς συντάξιο[ς], Ξεναγόρας ἐν | |
| 90 | τᾶι [․ʹ] τᾶς χρονικ[ᾶς σ]υντάξιος, Ὀνόμασ- |
| στος ἐν τᾶι β τᾶς χρονικᾶς συντάξιος, | |
| Ἀριστών[υ]μος ἐν τᾶι συνα[γω]γᾶι τῶν | |
| χρόνων. | |
| ————— | |
| 94 | (III) ἄλλα. |
| 95 | πολιορκευμένας ὑπὸ Δημητρίου τᾶς πό- |
| λιος ἔδοξε [Κα]λλικλῆς ὁ ἐεικὼς ἐκ τᾶς | |
| ἰερατείας τᾶς Ἀθάνας τᾶς Λινδίας ἔτι | |
| διατρίβω[ν] ἐν Λίνδωι ἐπιστᾶσαν αὑτῶι | |
| καθ’ ὕπνον τὰν θεὸν ποτιτάσσειν ἀπαγ- | |
| 100 | γεῖλαι ἑνὶ τῶν πρυτανίων Ἀναξιπόλει, |
| ὅπως γράψηι ποτὶ βασιλῆ Πτολεμα[ῖ]ον | |
| καὶ παρακαλῆ<ι> βοαθεῖν τᾶι πόλει ὡς [ἁ]γη- | |
| σευμένας αὐτᾶς καὶ νίκαν καὶ κράτος πα- | |
| ρασκευαξεύσας· εἰ δέ κα μήτ’ αὐτὸς ἀπαγ- | |
| 105 | γείληι ποτὶ τὸν πρύτανιν μήτε ἐκῆνος |
| γράψηι τῶι Πτολεμαίωι, μεταμελησεῖν | |
| αὐτοῖς. τὸ μὲν οὖν πρᾶτον ἰδὼν τὰν ὄψιν | |
| ὁ Καλλικλῆς ἡσυχίαν εἶχε· ἐπεὶ δ[ὲ π]ολλά- | |
| [κ]ις τὸ αὐτὸ συ[ν]έβαι[ν]ε, συνεχῶς γὰρ ἓξ | |
| 110 | [ν]ύκτας ἐφισταμένα τὰν αὐτὰ[ν] ἐποι- |
| εῖτο ποτίταξιν, ὁ [μ]ὲν Καλλικ[λῆς π]αραγενό- | |
| μενος εἰ[ς] τὰν πόλιν τοῖς τε βουλευταῖς δια- | |
| γήσατο ταῦτα καὶ τῶι Ἀναξιπόλει διεσάφησ[ε]. | |
| οἱ δὲ βου[λε]υ[τ]αὶ [τ]ὸν Ἀ[ναξίπ]ολι[ν ἀπέστειλ]α[ν] | |
| 115 | ποτὶ τὸν Πτολεμαῖον ΤΟ[— — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| ΜΕΤΑ[— — — — — — — — — — — — — — — — — —] | |
| ΠΟΛΛΟ․․Ο[— — — — — — — — —]Ο․ΟΤΙ[— — —] | |
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| 120 | {²sequuntur vestigia versuum aliquantorum incerta}² |