[ ]
Rhodos Isl. — Rhodos — 491-518 AD
1 | Ἥρακλες, αἶμα Διός, θηροκτόνε, οὔ νυ τι μοῦνος |
ἐν προτέροις ἐτέεσσιν ἀλεξίκακός τις ἐτέχθης, | |
ἀλλὰ καὶ ἡμετέρη γενεὴ τέκεν Ἡρακλῆα, | |
ἐσθλὸν Ἀναστάσιον Ῥοδίων κλυτὸν οἰκιστῆρα | |
5 | ὃς σὲ καὶ ὧδ’ ἀνέθηκεν ἀριζήλοις σὺν ἀέθλοις ∙ |