[ ]
Rhodos Isl. — prov. unkn. — 2nd c. BC — cf. ASAA 17-18 (1939-40) 176, n. 2
1 | [ἔδο]ξε {²corona}² Ἁγητορίδαις· |
[Θε]όμβροτος Νικασαγόρα Λινδοπολίτας καθ’ ὑ- | |
[οθε]σίαν δὲ Φιλοστεφάνου πολίτας εἶπε· ἐπει- | |
[δὴ Ἀρ]χοκράτης Ἀρχιπόλιος καθ’ ὑοθεσίαν δὲ | |
5 | [Λυ]σ[ι]στράτου Λινδοπολίτας ἔν τε τοῖς λοι- |
[ποῖς ἀ]νὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸ | |
[πλ]ῆθος τὸ Ἁγητοριδᾶν ἱεροταμίας τε αἱρε- | |
[θεὶ]ς πλεονάκις τάν τε παράλαμψιν ἐποιήσα- | |
[το] τοῦ κοινοῦ ἀργυρίου καὶ τοὺς ἐγδανεισ- | |
10 | [μο]ὺς συμφερόντως καὶ αἴτιος ἐγένετο |
[τοῦ] ἀσφαλῶς κατατετάχθαι τὸ ἀργύριον | |
[τᾶι δι]αγονίαι, ὅπως οὖν καὶ ἁ διαγονία ἁ Ἁγητορ- | |
[ιδᾶν ἀπό]δειξιν ποιήσηται τᾶς εὐχαριστίας· | |
[τύχ]αι ἀγαθᾶι δεδόχ[θαι] τῶι κοινῶι στεφανῶ- | |
15 | [σαι] Ἀρχοκράτη Ἀρχιπ[όλι]ος καθ’ ὑοθεσίαν δὲ |
[Λυ]σιστράτου Λιν[δοπολί]τα [— — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — —] |