[ ] Rhodos Isl. — Rhodos — 2nd c. BC
1 ἠρία καὶ στῆ[λ]αι δακρύσατε καὶ [μὲ] θανόντα.
ἀγγελλέ[ω] πᾶσιν τέσσαρα κα[ὶ] δέχ’ ἔτη·
πέτρωι κρᾶ[τ]α τυπέντα κελαινοφαεῖ δ’ ὑπὸ νυκ[τὸς]
κεῖμαι τὴν ὀλοὴν γαῖαν ἐφεσσάμενος,
5 Δαφναῖος λέξαι δὲ καὶ ὡς θρεπτῆρες ἔθεντο
σᾶμα μοι· ἐν δ’ Ἀίδηι τραῦμα κακὸν φορέω.
Search Help
Contact Us