[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC
| 1 | ἠρία καὶ στῆ[λ]αι δακρύσατε καὶ [μὲ] θανόντα. |
| ἀγγελλέ[ω] πᾶσιν τέσσαρα κα[ὶ] δέχ’ ἔτη· | |
| πέτρωι κρᾶ[τ]α τυπέντα κελαινοφαεῖ δ’ ὑπὸ νυκ[τὸς] | |
| κεῖμαι τὴν ὀλοὴν γαῖαν ἐφεσσάμενος, | |
| 5 | Δαφναῖος λέξαι δὲ καὶ ὡς θρεπτῆρες ἔθεντο |
| σᾶμα μοι· ἐν δ’ Ἀίδηι τραῦμα κακὸν φορέω. |