[ ]
Rhodos Isl. — Rhodos — 2nd c. BC — ASAA 4-5 (1921-22) 223-232 — SEG 3.674
face A.1 | ψάφισμα Ζήνωνος Σελγέως εὐεργέτα. |
ἐπ’ ἰερέως Ἀρατοφάνευς Πανάμου ἑβδόμαι ἐπὶ δέκα. | |
Ζήνων Σελγεὺς εὐεργέτας εἶπε· ὅπως οἱ ἀμφουριασμοὶ | |
τῶν ἐγγαίων τῶν ὑπαρχόντων τῷ κοινῷ καὶ τᾶν ταφιᾶν | |
5 | ἐνφανεῖς ὑπάρχωντι ὡς ἐν δυνατῷ πᾶσι τοῖς ἐρανισταῖς |
εἰς πάντα τὸν χρόνον καὶ μηθὲν ἀδίκημα γίνηται περὶ αὐτούς, | |
ἀγαθᾶι τύχαι δεδόχθαι τῷ κοινῷ· κυρωθέντος τοῦδε τοῦ ψαφίσ- | |
ματος ἑλέσθαι τὸ κοινὸν παραχρῆμα ἄνδρα, ὁ δὲ αἱρεθεὶς | |
κατασκευάσθω στάλαν λαρτίαν καὶ λαβὼν παρὰ τῶν ἀρχόν- | |
10 | των τοὺς ἀμφουριασμοὺς πάντων τῶν ὑπαρχόντων τῷ κοινῷ |
ἐγγαίων καὶ τᾶν ταφιᾶν ἀναγραψάτω αὐτοὺς εἰς τὰν στάλαν | |
καὶ ἀναθέτω τὰν στάλαν εἰς τοὺς τοῦ κοινοῦ τάφους εἰς τό- | |
πον ὅς κα αὐτῷ δοκῇ εὐσαμότατος καὶ ἀσφαλὴς εἴμειν, | |
τοὶ δὲ ἄρχοντες δόντω τῷ αἱρεθέντι ἀνδρὶ ἀντίγραφον τῶν | |
15 | ἀμφουριασμῶν πάντων ποτὶ τὰν ἀναγραφάν, δόντω δὲ |
αὐτῷ ἐκ τοῦ κοινοῦ καὶ ὅ κα γένηται τέλεσμα εἰς τὰν κατασκευὰν | |
τᾶς στάλας καὶ τὰν ἀναγραφὰν τῶν ἀμφουριασμῶν. εἰ δέ τινός | |
κα ποτιδέῃ τόδε τὸ ψάφισμα κύριον ἔστω τὸ κοινὸν ποτιψαφιζόμενον. | |
ἄλλο. ἐπ’ ἰερέως Ἀγοράνακτος Σμινθίου ἑβδόμαι ἐπὶ δέκα. | |
20 | Ζήνων Σελγεὺς εὐεργέτας εἶπε· ἐπειδὴ ψαφιξαμένου τοῦ κοινοῦ |
κατασκευάξαι στάλαν καὶ ἀναγράψαντα εἰς αὐτὰν τὰ διατείνον- | |
τα ποτὶ σωτηρίαν καὶ ἀσφάλειαν τοῦ κοινοῦ θέμειν εἰς τοὺς κοινοὺς | |
τόπους συνβαίνει ἀσυντέλεστα γεγόνειν τὰ δεδογμένα τῷ κοι- | |
νῷ διὰ τὸ τὸν αἱρεθέντα ἐπ’ αὐτὰ ἄνδρα μεταλλάγειν, τὰ μὲν ἄλλα | |
25 | πάντα γίνεσθαι περὶ τούτων κατὰ τὰ προδεδογμένα τῷ κοινῷ, |
κυρωθέντος δὲ τοῦδε τοῦ ψαφίσματος δεδόχθαι τῶι κοινῶι ἑλέσθαι παρα- | |
χρῆμα ἄνδρας δύο οἵτινες ἐπιτελεσεῦντι πάντα τὰ προδεδογμένα | |
τῷ κοινῷ περὶ τούτων, καθὼς ἐν τῷ προκεκυρωμένῳ ψαφίσματι | |
ποτιτέτακται, τοὶ δὲ αἱρεθέντες ἄνδρες ἐπιτελεσάντω | |
30 | τὰ ποτιτεταγμένα ἐν τῷ προκεκυρωμένῳ ψαφίσματι ἐν ἁμέ- |
ραις ἀφ’ ἇς κα α[ἱ]ρεθέωντι ἑξήκοντα, ὁ δὲ ἀρχερανιστὰς ὁ ἐν ἀρχᾶι | |
[— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
face B.1 | ἀπὸ τοῦ χρηματισμ̣[οῦ ․․․․․․․․․․․․․․․․․․ Ἑρμογένει Φασηλίτα]ι Μ̣η̣νογένει |
Γαλάται Θευδότωι Ἄραβι καὶ Ἀφροδισιασ̣[τᾶν Ἑρμ]ογενείων κοινῶι· ἔχετε. | |
ἐπ’ ἰερέως Ἀρχίνου Καρνείου πέμπται ἱσταμένου, Νικασίωνι Νικασίωνος Λιν- | |
δοπολίται ὃ ἔδοξε ἐν τῶι συλλόγωι κατὰ τὸ ψάφισμα (δραχμὰς) ͵α ἀμφούριον (διωβέλιον). | |
5 | Νικασίωνι Νικασίωνος Λινδοπολίται, ἐπ’ ἰερέως Ἀρχίνου Καρνείου π̣έμπται |
ἱσταμένου, Ἑρμογένης καὶ Μηνογένης καὶ Θεύδοτος καὶ Ἀφροδισιαστᾶν | |
Ἑρμογενείων κοινὸν ὃ ἔδοξε ἐν τῶι συλλόγωι κατὰ τὸ ψάφισμα (δραχμὰς) ͵α | |
ἀμφούριον (διωβέλιον)· ἔχει. ἐ̣π̣ὶ̣ Ἀρχ[ί]ν̣ου Καρνείου πέμπται ἱσταμένου (δραχμὰς) ͵α. | |
Ἀφροδισιαστᾶν Ἑρμογε̣ν̣[εί]ων κ̣ο̣[ιν]ὸν Σωσιστράτωι Ἀγοράνακτος Βρυγινδαρ̣ί̣- | |
10 | [ωι] ο[ἰκί]α̣ς ἐν τῶι ἄστε̣[ι π]ά̣σας [κ]α̣ὶ οἰκοπέδου τοῦ ποτὶ τᾶι οἰκίαι π̣αντὸς ἇι |
γ̣ε̣ί̣τ̣ο[νες] Μ̣ουσᾶν τέ[με]νος Δ̣[αμ]α̣ίνετος Σωκράτευς Ἄμι[ος κ]αθ’ ὑοθεσίαν δὲ | |
[Δ]αμο̣[κ]ρ̣ά̣[τευς Σ]ιλύριος [καὶ] Τ̣ρι̣[․․․ συ]ν̣νομᾶς κοινὸν ὥστε κομ[ισά]μ[ε]νόν τε τὰν ὑ- | |
πόλο[ι]πον [τιμὰ]ν̣ (δραχμὰς) μ(υρίας) [͵β] τ̣ὸ [καθόλ?]ον ἐμ μηνὶ Πεδαγειτνύω̣ι [τ]ῶι ἐπὶ Ἀρχίνου | |
παρ̣α̣σ̣[χέσθαι Θε]αίδ[η]τ̣ο̣[ν Φιλ]έ̣α̣ Ἀσ̣[τ]υ̣παλαιῆ {ι} παραδιδόντ̣α̣ [τὸν] ἀ̣μφουριασμὸν | |
15 | Ἀμεινῆ̣[ι ․․․․․․․․]ω̣[․․․․․] εἰ̣ς̣ τὰ̣ν̣ τιμὰ̣ν̣ (δραχμὰς) ͵α. ἐ̣κ τοῦ̣ λ̣όγ̣ου ἁ̣μῶν ποτιδιαγρά- |
φει. ἐπ’ ἰ[ερέως Ἀρχίνου Π]εδα̣γειτνύου τρίται ἐξ ἰκάδο[ς] Νικασί[ω]ν̣ Νικασίωνος | |
Λινδοπολίτας [καὶ Ἀφροδισι]αστ̣ᾶν̣ [Ἑ]ρμογενε[ί]ων κοιν̣ὸν Σ[ω]σ̣ισ̣τράτωι Ἀγοράνα- | |
κτος Βρυγινδαρ̣ίωι̣ [πρόδομα] εἰς τὰν τι̣μ̣ὰ̣ν̣ τ̣ᾶ̣ς̣ οἰκίας (δραχμὰς) ͵α. Ἀφροδισιαστᾶν Ἑρμο- | |
γενείων κοινῶι Ἑ̣ρμο[γ]έ̣[νει] Φασηλίτα̣ι με̣τοίκωι καὶ Μηνογένει Γαλάται μετοί- | |
20 | κωι καὶ Θευδότωι Ἄραβι· ἔ[χ]ε̣τε. ἐπ̣ὶ̣ Ἀ̣ρχίν̣ου Βα̣δ̣ρ̣ο̣μ̣[ί]ου δευτέραι Ν̣ι̣κασί- |
ων Νικασίωνος Λινδοπολίτας καὶ Ἀφροδισιαστᾶν Ἑρμογενείων κοινὸν | |
Σωσιστράτωι Ἀγοράνακτος Βρυγινδαρίωι οἰκίας ἐν τῶι ἄστει τιμὰν τὰν | |
ὑπόλοιπον ὥστε παρασχέσ[θα]ι̣ τε Θεαίδητον Φι̣λ̣έ̣α Ἀστυπαλαιῆ παραδιδόν- | |
τα τὸν ἀμφουριασμὸν Περδίκ[κ]αι Σατύρου Ἀργείωι καὶ Ἀφροδισιαστᾶν vac. | |
25 | vacat κοινῶι (δραχμὰς) μ(υρίας) ͵α ἀμφ̣ο̣ύρια (δραχμὰν) αʹ. vacat |