[ ] Rhodos Isl. — Rhodos — early 1st c. BC
1       Πλούταρχον Ἡλιοδώρου
τὸ κοινὸν τὸ Ἀφροδισιαστᾶν Σωτηριαστᾶν ἐτίμασε χρυσέοις
 στεφάνοις τρισὶ καὶ εὐεργεσίαι καὶ ἀναγορεύσει τᾶν τιμᾶν ἐν ταῖς
 συνόδοις εἰς τὸν ἀεὶ χρόνον εἰκόνι χαλκέαι ἀρετᾶς ἕνεκα
5  καὶ εὐνοίας καὶ φιλοδοξίας καὶ δικαιοσύνας ἃν ἔχων διατελεῖ
   εἰς τὸ Ἀφροδισιαστᾶν Σωτηριαστᾶν κοινόν,
ἀγωνοθε[τ]ή̣σαντα καὶ ταμιεύσαντα καὶ στραταγήσαντα καὶ
κλαρωτὰν τῶν δικαστᾶν γενόμενον  καὶ αἱρεθέντα ἐπὶ τὰν
          ἐπιμέλειαν τῶν ξένων   καὶ
10 πρυτανεύσαντα καὶ στεφανωθέντα ὑπὸ πρυτανίων συναρχόντων
καὶ βουλᾶς γραμματέως κοινοῦ χρυσέοις στεφάνοις δυσὶ καὶ
στεφανωθέντα χρυσέωι στεφάνωι ὑπὸ στραταγῶν συναρχόντων κοινοῦ
καὶ στεφανωθέντα χρυσέωι στεφάνωι ὑπὸ ταμιᾶν συναρχόντ[ω]ν̣ κοινοῦ.
                           θεοῖς.
Search Help
Contact Us