[ ] Rhodos Isl. — Rhodos — early 1st c. BC
1 [τὸν δεῖνα] Ἡρακλεώταν
     [χορ]α̣γ̣ήσαντα
[․․․․․ τὸ Ἀριστο]βουλιαστᾶν Σωτηριαστᾶν
[Ἡφαιστιαστ]ᾶν̣ Ἀγαθοδαιμονιστᾶν
5 [Μενεκρατείω]ν τῶ̣ν̣ [σὺ]ν̣ Μενεκράτει κοινὸν
ἐ̣τ̣ί̣μ̣[ασ]ε̣ χρ̣υ̣σέ[οις στ]ε̣φάνοις τέσσαρσι
ἰκ̣όσι χαλκέαις δυσ̣[ὶ] ε̣[ὐ]ε̣ργεσίαι ἀναγορεύσει
τᾶν τιμᾶν ἐν πάσ̣[αι]ς̣ ταῖς συνόδοις εἰς τὸν ἀεὶ̣ χρόνον
[ἀ]ρ̣ετᾶς ἕνεκα κ̣[αὶ] ε̣ὐνοίας καὶ φιλο̣[δ]οξίας
10 ἃν ἔχω̣ν διατελε̣ῖ̣ εἰς τὸ Ἀρ̣[ισ]τ̣ο̣[β]ο̣υ̣λ[ι]α̣στᾶν
Σωτηριαστᾶν Ἡφαιστιαστᾶν̣ [Ἀγ]αθοδαιμονιστᾶν̣
Μενεκρατείω̣ν̣ τῶ̣ν σὺν Μεν̣ε̣κράτει κοινό̣ν,
καὶ τ̣ιμαθέν[τ]α̣ ὑ̣πὸ̣ Διοσσωτηριαστ̣ᾶν Ζηνωνιαστᾶν
χρυσέωι στ̣ε̣φά̣ν̣ωι ἀρετᾶς ἕνεκα καὶ εὐνοίας κα[ὶ]
15    φιλοδοξίας̣ ἃν̣ ἔ̣χων διατελεῖ̣ εἰς τὸ κοινόν,
καὶ [τ]ιμαθέντα ὑπὸ Ἀφροδισιαστᾶν Ἐπιτυνχανον[τείων]
κ̣αὶ Ἀφροδισιαστᾶν Μενητείων κοινοῦ χρυσέω̣[ι]
στεφάνωι ἀρετᾶς ἕνεκα καὶ εὐν̣[οί]α̣ς καὶ φιλοδοξ[ίας]
   ἃν ἔχων δ̣ι̣α̣τελεῖ εἰς τὸ κο̣ινόν,
20 [κ]αὶ̣ τιμαθέ̣[ντα ὑ]φ̣’ Ἑρμαϊσ̣τᾶν Ἀθανα[ϊ]σ̣τ̣ᾶ̣ν Ἁλιδᾶν]
Ἁλιαστᾶν̣ [․․․․․․․․]ν κοινοῦ θαλλοῦ̣ σ̣τ̣εφ̣άν[ωι καὶ]
χρυσ[έ]ω̣[ι ἀρετᾶς ἕνεκα κ]α̣ὶ εὐνοί̣α̣ς κ̣α̣ὶ φιλοδοξία̣[ς]
[ἃν ἔχων διατελ]ε̣ῖ̣ εἰς τ[ὸ κοινό]ν. vacat θε̣[οῖς].
[ὁ δεῖνα τοῦ δεῖνος (ethnicum) ἐποί]ησε.
Search Help
Contact Us