[ ]
Rhodos Isl. — Rhodos — ca. 181/180 BC — cf. SEG 49.1076 (date)
1 | ἔτους ὀγδόου μηνὸς Γορπιαίου ἐκκλησίας κ[υ]- |
ρίας γενομένης, ἔδοξεν Ἀραξέων τῆι πόλε[ι] | |
καὶ τοῖς ἄρχουσι Θρασυμάχωι Θρασυμάχου, Λύκω[ι] | |
Δημητρίου, Ἡγησιλάωι Δρύου· ἐπειδὴ Αἰσχίνα[ς] | |
5 | Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρονος Ῥόδιος τ[οῖς] |
ἀφικνουμένοις τῶν πολιτῶν εἰς Ῥόδον κατ[ὰ] | |
πρεσβ[είαν τε] καὶ καθ’ ἱδίαν χρείαν πᾶσιν ε[ὔ]- | |
χρησ[τος δια]τελεῖ σπουδῆς κ[αὶ προθυμίας] | |
οὐθὲν ἐ[νλε]ίπων, φανερὰν πο[ι]ῶν τὴν αὑ- | |
10 | τοῦ εὔ[νοι]αν ἣν ἔχων διατελεῖ ε[ἰς π]άν- |
τα[ς Ἀραξ]εῖς· ἵνα οὖν καὶ ἡ πόλις [φαίν]ητα[ι] | |
τοῖς εὐνόως καὶ φιλανθρώπως διακει- | |
μένοις πρὸς αὐτὴν τὰς καταξίας χά[ρι]- | |
τας ἀπονέμουσα, δεδόχθαι· ἐπαινέσαι | |
15 | Αἰσχίναν Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρο- |
νος Ῥόδιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ | |
κ[α]λοκἀγαθίας ἧς ἔχων διατελεῖ εἰς [τ]ὴν | |
πόλιν ἡμῶν· δεδόσθαι δὲ αὐτῶι καὶ πολι- | |
τείαν καὶ ἔγκτησιν καὶ αὐτῶι καὶ ἐκγόνο[ις] | |
20 | καὶ στεφανῶσαι χρυσ[ῶι σ]τεφάνωι, ο̣ἱ̣ δ̣ὲ̣ [ἄρ]- |
χοντες ἀναγραψάντ[ω τὸ ψήφισμα — — — —] |