[ ] Rhodos Isl. — Rhodos — ca. 181/180 BC — cf. SEG 49.1076 (date)
1 ἔτους ὀγδόου μηνὸς Γορπιαίου ἐκκλησίας κ[υ]-
ρίας γενομένης, ἔδοξεν Ἀραξέων τῆι πόλε[ι]
καὶ τοῖς ἄρχουσι Θρασυμάχωι Θρασυμάχου, Λύκω[ι]
Δημητρίου, Ἡγησιλάωι Δρύου· ἐπειδὴ Αἰσχίνα[ς]
5 Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρονος Ῥόδιος τ[οῖς]
ἀφικνουμένοις τῶν πολιτῶν εἰς Ῥόδον κατ[ὰ]
πρεσβ[είαν τε] καὶ καθ’ ἱδίαν χρείαν πᾶσιν ε[ὔ]-
χρησ[τος δια]τελεῖ σπουδῆς κ[αὶ προθυμίας]
οὐθὲν ἐ[νλε]ίπων, φανερὰν πο[ι]ῶν τὴν αὑ-
10 τοῦ εὔ[νοι]αν ἣν ἔχων διατελεῖ ε[ἰς π]άν-
τα[ς Ἀραξ]εῖς· ἵνα οὖν καὶ ἡ πόλις [φαίν]ητα[ι]
τοῖς εὐνόως καὶ φιλανθρώπως διακει-
μένοις πρὸς αὐτὴν τὰς καταξίας χά[ρι]-
τας ἀπονέμουσα, δεδόχθαι· ἐπαινέσαι
15 Αἰσχίναν Φιλίνου κατὰ δὲ ὑοθεσίαν Ἀλκίφρο-
νος Ῥόδιον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ
κ[α]λοκἀγαθίας ἧς ἔχων διατελεῖ εἰς [τ]ὴν
πόλιν ἡμῶν· δεδόσθαι δὲ αὐτῶι καὶ πολι-
τείαν καὶ ἔγκτησιν καὶ αὐτῶι καὶ ἐκγόνο[ις]
20 καὶ στεφανῶσαι χρυσ[ῶι σ]τεφάνωι, ο̣ἱ̣ δ̣ὲ̣ [ἄρ]-
χοντες ἀναγραψάντ[ω τὸ ψήφισμα — — — —]
Search Help
Contact Us