[ ] Africa Proc. — Sidi Kaddou — 2nd/3rd c. AD — Actes IIe Colloque Int. sur l'histoire et l'archéologie de l'Afrique du Nord (1985) 109-125 — Kotansky, Greek Magical Amulets I (1994), pp. 52-53
1 signa magica}² Ορεοβαζαγρα, Ορεοβ[αζαγρα],
Αβρασαξ μαχαρ Σεμεσειλαμ στεναχτ[α],
λορσαχθη κοριαυχη Ἀδωναῖε,  κύρ[ιοι]
θεοί, κωλύσατε, ἀποστρέψατε ἀπὸ τοῦ[δε]
5 χωρίου καὶ τῶν ἐν αὐτῷ γεννωμένω[ν]
—— ἐν ἀμπέλοις, ἐλαιῶσιν, σπορητοῖς τόπ[οις] ——
καρπῶν χάλαζαν, ἐρυσείβην, ὀργὴ[ν]
τυφώνων ἀνέμων, κακοποιῶν
ἀκρίδων ἑσμόν, ἵνα μηδὲν τῶν λ[υ]-
10 μαιωτικῶν τῶνδε ἅψηται τοῦ-
δε τοῦ χωρίου καὶ τῶν ἐν αὐτῷ [κ]α[ρ]-
πῶ‵ν′ πάντων· ἀσινεῖς δὲ α‵ὐ′τοὺ[ς] κα‵ὶ′ ἀ-
φθ‵ό′ρους πάντοτε συντηρήσατε,
ἕως ἂν οἵδε λίθοι γεγραμ-
15 μένοι τοῖς ἱροῖς ὑμῶν ὀνόμα-
σιν ὑπὸ γῇ πέριξ κείμενοι
           ὦσιν.
Search Help
Contact Us