[ ] Mauretania Caes. — Caesarea (Cherchel) — 1st c. AD — BAC (1918) 228,6 — AntAfr 19 (1983) 65-74
1  Πουβλίου υἱὸς ἐγὼ Πρόκλος
   νέος ἐνθάδε κεῖμαι |
 πεντεάδας δισσὰς ἐντελέσας ἐτέων, |
οὐδ’ ἐτέλεσσα βίου γλυκερὸν φάος,
5    ἀλλά με Μοῖρα |
 ἤγαγεν εἰς Αἵδαν παῦσέ τ’ ἐμ’ ὠκύμορον· |
πατρὶ δ’ ἔδωκ’ ἀφειδῶ<ς> θρήνους καὶ δάκρυα
        λυγρά· |
 γῆρα<ς οὖ>ν ἐπιδὴ ἐλπίδος οὐχ ὁσίης, |
10 <ὣ>ς ἐμὲ τὸν δύστηνον νύμφα ἵμε-
        ρε Νῦσα |
 ἀίδιον μυρείην δ<ὸ>ς μόρον ἡλικίην.
Search Help
Contact Us